no image
DDbDP-text
Pachtofferte via HGV-meta
Linked by Trismegistos ID
TM 15563.
Each record below describes this same ancient text from a different angle.
Αὐρηλίᾳ Χαρίτῃ Ἀμαζονίου ἄρξαντος βουλευ Ἑρμοῦ πόλεως τῆς λαμπροτάτης παρὰ Φλαυίου Κασίου προμώτου οὐεξιλλατίωνοςοὐιξιλλατίωνος Μαύρων σκουταρίων τῶν ὑπὸ Ἀλμισιανὸν πραιπόσιτον διακειμένων ἐν τῇ αὐτῇ Ἑρμοῦ πόλει. βούλομαι ἑκουσίως καὶ αὐθαιρέτωςαὐθερέτως μισθώσασθαι παρὰ σοῦ πρὸς μό νον τὸ ἐνεστὸς ἔτος καρπῶν τῆς εὐτυχοῦς ζ νέας ἤτοι κβ ἰνδικτίωνος τὰς ὑπαρχούσας σοι ἐν περιχώματι Μαγδώλων Μιρὴ ἐκ τοῦ διʼ αὐτῶν κλήρου ἀρούρας δεκαπέντε εἰς σπορὰν καὶ κατάθεσιν ὧν ἐὰν αἱρῶμαι φόρου ἀποτάκτου πυροῦ ἀρταβῶν τριάκοντα ὅνπερ φόρον μετρήσω τῷ Ἐπεὶφ μηνὶ τῆς αὐτῆς ζ ἰνδικτίωνος ἀνυπερθέτως πυρὸν νέον καθαρὸν ἄδολον ἄβωλον ἄκριθον κεκοσκινευμένον μέτρῳ Ἀθηναίῳ τοῦ σοῦ καθαρίζοντος καὶ με τροῦντος ἐφʼ ἁλώνων μητροπόλεως τῶν δημοσίων πάντων καὶ ἐπιμερισμῶν καὶ ἀννωνῶνἀννῶν καὶ ἐπιβολῶν ὄντων πρὸς σὲ τὴν γεοῦχον. ἡ μίσθωσις κυρία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ὑπατείας Οὐλκακίου Ῥουφίνου τοῦ λαμπροτάτου ἐπάρχου τοῦ ἱεροῦ πραιτωρίου καὶ Φλαουίου Εὐσεβίου τοῦ λαμπροτάτου Φαῶφι κδ. Φλάουιος Κάσιος μεμίσθωμαι ὡς πρόκειται.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.