no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 22283.
Each record below describes this same ancient text from a different angle.
Αὐρήλιος Μάρων Μέλα νος ἀφʼ Ἡρακλέους πό λεως Αὐρηλίῳ Ἀντινόῳ Ἀλεξάνδου μητρὸς Ἡρᾶτος ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν· μεμίσθωμαι παρὰ σοῦ ἀπὸ τῶν ὑπαρχόντων σοι περὶ κώμην Τοκωϊν ἐπὶ τοῦ Πρώτου κλήρου χέρσου ἀρούρας λν πρὸς κατανομὴν προβάτων πρὸς ἀναμέ τρησιν εἰςεἰ σπορὰν χόρτου εἰς τὸν σπόρον τοῦ ἐνε στῶτος ιζ καὶ ιϛ καὶ ἐνάτου ἔτους φόρου οὗ ἑκουσίωςἐνουσίως ἐπεδεξάμην ἀκίνδυνα παντὸς κινδύνου καὶ ἀνυπόλογα παντὸς ὑπολόγου, ἑκάστης ἀρούρης ἀνὰ ἀργυρίου δραχμὰς διακοσίας πεν τήκοντα ὅνπερ συν αγόμενον χορτικὸν φόρον ἀποδώσω σοι μησὶμησεὶ Φαμενὼθ Φαρμοῦθι ἀνυπερθέτως πράσσοντι καθάπερ ἐκ δί κης, τῶν ὑπὲρ τῆς γῆς τελουμένων πάντων ὄντων πρὸς σὲ τὸν γεοῦχον. ἡ μίσθωσις κυρία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἔτους ιζ καὶ ιϛ τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ ἐνάτου τῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ ἐπιφανεστάτων Καισάρων Φαῶφι ιδ. Αὐρήλιος Μάρων μεμίσθωκα καὶ ἀποδώσω ὡς πρό κιται.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.