no image
DDbDP-text
Letter from Philotas to Zenon via HGV-meta
Linked by Trismegistos ID
TM 1428.
Each record below describes this same ancient text from a different angle.
Φιλώτας Ζήνωνι χαίρειν. ἠξίωσεν ἡμᾶς Κρότος γράψαι πρὸς σὲ περὶ τῶν σωματίων τῶν ἀποχωρησάντων ἐκ τοῦ Γαζαίων λιμένος. ἐτύγχανον γὰρ παρειλημ μένος ὑπό τε Ἀπολλοφάνους καὶ αὐτοῦ ὅπως ἂν αὐτοῖς τὰ περὶ τοὺς τελώνας συνοικονομήσω καὶ τὸ τάχος ἀποα αὐτοῖς ἀποστ-είλω. πορευθεὶς οὖν πρὸς Ἡρώιδην τὸν τελώνην κατελάμβανον Ἀπολλοφάνην συγχώρησιν πεποιημένον πρὸς αὐτὸν τέλους δραχμῶν π εἰς τὸ Ἀπολλωνίου ὄνομα. ταύτην μὲν οὖν τὴν ὠνὴν ἠρά μην, ἄλλην δὲ ποιοῦμαι εἰς τὸ Ἀπολλοφάνους ὄνομα καὶ ἀπὸ τοῦ συγκεχωρημένου τέλους ἀφεῖλον δραχμὰς μ καὶ συγκατέστησα τὰ σώματα ἐπὶ τὸν λιμένα καὶ εἰσηγάγομεν τὰ σώματα πρὸς Ἡρακλείδην καὶ παρεδώκαμεν Ἀπολλοφάνει καὶ ἔφη αὐτὸς φυλάξειν, ἡμᾶς δὲ οὐκ εἴα πράγματα ἔχειν βουλομένων ἡμῶν συνδιατηρεῖν. γέγραφα οὖν σοι ὅπως ἂν εἰδῆις. χαρίζοιο δʼ ἄνἄμ μοι περὶ ὧν σοι τὸ ὑπόμνημα ἔδωκα ἀγοράσας καὶ ἀποστείλας μοι. καὶ σὺ δὲ γράφε πρὸς ἡμᾶς περὶ ὧν ἂν βούληι· ποιήσομεν γὰρ αὐτό σοι προθύμως. ἔρρωσο. ἔτους κη, Πανήμου κζ. Φιλώτου. Ζήνωνι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.