no image
DDbDP-text
Letter from Herakleitos to Zenon via APIS-papyrus
Linked by Trismegistos ID
TM 747.
Each record below describes this same ancient text from a different angle.
Ἡράκλειτος Ζήνωνι χαίρειν. εἰ αὐτός τε ἔρρωσαι καὶ τὰ λοιπὰ σοί ἐστιν κατὰ λόγον, εἴη ἂν ὡς ἡμεῖς θέλομεν· ὑγιαίνομεν δὲ καὶ αὐτοί, καὶ σοῦ διατελοῦμεν ενεμ παντὶ καιρῶι μνείαν ποιούμενοι. περὶ τοῦ ἱππαρίου ἠξιοῦμεν Νικάνορα ὅπως ἀλλάξηι ἡμῖν. ἐπεὶ οὖν οὐκ ἐπεχώρει, ἠναγκάσθημεν ἀγοράσαντες δραχμῶν ω ἵππον ἐπικαῦσαι. ὁ δὲ παρὰ σοῦ ἵππος κατέφθαρται καὶ τη παρεγένετο δὲ καὶ Ἀπολλοφάνης εἰς Συρίαν, καὶ ἀποδημοῦντες ἡμεῖς εἰς Μασσύαν συνηντῶμεν αὐτῶι ἐν Σιδῶνι καὶ ἀνήγγελλεν ἡμῖνἀνηγγέλλομεν ὅτι Κρότος ἐν Ἰόπηι ἐστὶν βουλόμενος σώματας ἐξαποστεῖλαι καὶ στρώματα. οὐκ ἔφη οὖν δύνασθαι οὐκέτι παραπλεῖν· συντετάχθαι γὰρ ὑπὸ Διονυσοδώρου τὴν ἀποσκευὴν αὐτῶι ἀπαγαγεῖν εἰς Ἡράκλειαν. ἀνήγγελλεν δὲ ἡμῖν καὶ περὶ τῶν ἐν οἴκωι ὅτι ἔρρωνται πάντες. καὶ Μενεκλῆς δὲ ὁ ἐν Τύρωι ἔφη σωμάτιά τινα καὶ φορτία ἀγαγὼν αὐτὸς ἐκ Γάζης εἰς Τύρον μετεξελέσθαι εἰς Τύρον, οὐ προσαγγείλαντα τοῖς τελώναις οὐδὲ ἔχοντα ἐξαγωγὴν τῶν σωμάτων, τοὺς δὲ αἰσθομένους στερῆσαι αὐτόν· παραγενόμενος οὖν ὁ Ἀπολλοφάνης πρὸς τὸν Μενεκλῆν ἔφη τά τε σώματα καὶ τὰ φορτία σὰ εἶναι· διὸ καὶ ἀντελάβετ’ αὐτοῦἀντελάβετο αὐτοῦ ὁ Μενεκλῆς. γέγραφα οὖν σοι ὅπως ἐντείληι τῶι Ἀπολλοφάνει μηθὲν εἰς τὸ σὸν ὄνομα ἀπογράφεσθαι, ἀλλʼ εἴ σοι δοκεῖ χρήσιμον εἶναι. γίνωσκε δὲ καὶ ἡμᾶς πολλὰ κακοπαθήσαντας καὶ μόγις καταχωρισθέντας ἐν τῶι Δαισίωι μηνὶ τοῦ κθ ἔτους. Νικάνωρ μὲν γὰρ κέχρηται ἡμῖν ὡς ἂν εἴ τις ἐχθρῶι χρήσαιτο. καλῶς δʼ ἂν ποιοῖς καὶ σὺ ἐπιμελόμενος σαυτοῦ ὅπως ὑγιαίνηις. ἔρρωσο. Ἡρακλείτου. Ζήνωνι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.