no image
DDbDP-text
Letter to Zenon from Somoelis via HGV-meta
Linked by Trismegistos ID
TM 1147.
Each record below describes this same ancient text from a different angle.
Ζήνωνι χαίρειν Σομοῆλις φύλαξ ἐκ Φιλαδελφείας. κατεσπάρκα μεν τὴν τηνεῖ Ἀμανδε ὑπάρχουσιν οὖν σοι παρʼ ἐμοῦ πυροῦ ἀρτάβαι κ εἰς τὸν σπόρον. ἀναφέρω δέ σοι ταῦτα· καὶ μὴ ἀδικηθῶ ὑπὸ Ἐτεάρχου μήτε κατὰ τοῦτο μήτε κατʼ ἄλλο μηθέν. ἐπέκλασεν γάρ μου ον ἀνγαρεύων διὰ παντός. καλῶς ἂν οὖν ποιήσαις γράψας μοι ἐπιστολὴν πρὸς αὐτόν, ἵνα πρόνοιαν ἡμῶν ποιῆται καὶ μὴ ἀδικώμεθα. δύναμαι δέ σοι καὶ συναγοράσαι κριθῆς ἀρτάβας Α παρὰ τῶν ἱππέωνἱππείων, παρὰ δὲ γεωργοῦ οὐθενός, ἵνα μηθεὶς ἀντιλέγηι. καὶ εἰ δυνατόν ἐστιν, προσκατασκεύασον θησαυρόν· ὁ γὰρ ὑπάρχων οὐχ ἱκανός ἐστι χωρεῖν τὸν σῖτον τὸν ἐνιαυτὸν τοῦτον. φυλάσσω δὲ καὶ τὸν τηνεῖ θησαυρὸν λαμβάνων οὐθέν, οἱ δὲ ἐκ Φιλαδελφείας δίδουσίνδίδουσίμ μοι πυροῦ ἀρτάβας α 𐅵. οὐχ ἱκανὸν οὖν ἐστιν οὐδὲ τὰ παιδάρια διαβόσκειν, εἰ μὴ αὐτός τι προσεργάζο μαι. εὐτύχει.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.