no image
DDbDP-text
Letter via HGV-meta
Linked by Trismegistos ID
TM 1262.
Each record below describes this same ancient text from a different angle.
εἴ σοι φαίνεται καλῶς ἔχειν μὴ κατὰ πάντα τρόπον ἐξελαυνομένους ἐκ τοῦ ιου ἐπιστροφήν τινα καὶ κατ ὧν ἂν ἀξιῶμέν σε. μονωτάτοις γὰρ ἡμῖν οὔτε ι οὔτε αι τος ἤδη καὶ δαπανῶντες καὶ φιλοτιμούμενοι οὐ δυνάμεθα συντελέσαι τὸ οἰκίδιονοικειδιον. πρὸς δὲ τούτοις, ὅτε μὲν χλωρὸς ἦν ὁ σῖτος, κατενέμετο ὑπὸ τῶν βοῶν τῶν ὑμετέρων παρʼ ὑμῖν, νυνὶ δὲ πάλιν ταεραιαι νεμομένων, κωλύοντες δὲ οἱ παρʼ ἡμῶν καὶ προσμεμαστίγωνταιπροσμεμαστειγωντι. καθάπερ οὖν ἀνώτερον γεγράφαμεν, ἐὰν κρίνηις μέτριον εἶναι, ὅταν περί τινος ἐντύχωσινεντυχσιν οἱ παρʼ ἡμῶν, ἐάνπερ ἐπιεικῆ αἰτῶσιν, καλῶς ποιήσεις ἐπιστρεφόμενος, πλεονάκις μὲν γὰρ τες ἐνοχλεῖν σοι διατρέπονται καὶ εὐλαβοῦνται ἵνα μὴ ἀφιλοτιμότεροι γινώμεθα διὰ τοὺς τῆι ἡμετέραι ἀπουσίαι οὐκ εὐγνωμόνως χρωμένους. ἔρρωσο.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.