no image
DDbDP-text
Letter from Dromon to Zenon via HGV-meta
Linked by Trismegistos ID
TM 1066.
Each record below describes this same ancient text from a different angle.
Δρόμων Ζήνωνι χαίρειν. τοῖς θεοῖς πᾶσιν χάριν ἔχομεν, εἰ αὐτός τε ὑγιαίνεις καὶ τὰ λοιπά σοι κατὰ λόγον γέγονεν. ἐρρώμεθα δὲ καὶ αὐτός, καὶ καθότι μοι ἔγραψας τὴν πᾶσαν ἐπι μέλειαν ποιοῦμαι ὅπως ἂν μηθεὶς ἐνοχλῆι τοὺς παρὰ σοῦ. ὡς δʼ ἂν ἀναπλέηις ὑγιαίνων, σύνταξόν τινι τῶν παρὰ σοῦ ἀγοράσαι μέλιτος Ἀττικοῦ κοτύλην· χρείαν γὰρ ἔχω πρὸς τοὺς ὀφθαλμοὺς κατὰ πρόσταγμα τοῦ θεοῦ. εὐτύχει. Ζήνωνι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.