no image
DDbDP-text
Letter from Demetrios to Zenon via HGV-meta
Linked by Trismegistos ID
TM 840.
Each record below describes this same ancient text from a different angle.
Δημήτριος Ζήνωνι χαίρειν. ἔγραψά σοι διότι συνέταξεν Διότιμος δοῦναι τῶι παρὰ σοῦ ἀποσταλέντι βανωτοὺς φ ὥστε τὴν τιμὴν κομίσασθαι τοῦ Φαῶφι. σὺ οὖν ἀπέστειλας πρὸς μὲ Θτην γράψας τούτωι δοῦναι ὅπως κομισώμεθα τὴν τιμήν. ἐδόθησαν οὖν αὐτῶι υι. καλῶς οὖν ποιήσεις συμπέμψας μοι τό τάχος μετὰ τοῦ ἀποδιδόντος σοι τὴν ἐπιστολὴν τὴν τούτων τιμήν, καὶ μάλιστα μὲν πᾶσαν ἤδη, πρόσκειται γὰρ ὁ διαλογισμός, εἰ δὲ μὴ δύνατον πᾶν, τό γε ἥμισυἥμυσυ. τοὺς δὲ λοιποὺς δώσομεν εἰς τὸν Ἁθύρ, καθάπερ ἔγραψας ἡμῖν. ἔστιν δὲ ἡ τιμὴ τῶν υι εἰς ιβ τοῦ χρυσοῦ δραχμαὶ χπγ διώβολον. Δημήτριος περὶ τῶν πεντακοσίων βανωτῶν. ἔτους λα, Ἁθὺρ ε. Ζήνωνι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.