no image
DDbDP-text
Letter from Alexandros (?) to Oryas via HGV-meta
Linked by Trismegistos ID
TM 678.
Each record below describes this same ancient text from a different angle.
Ἀλέξανδρος Ὀρύαι χαίρειν. ἐκομισάμην τὸ παρὰ σοῦ ἐπιστόλιον, ἐν ὧι ὑπέγραψάς μοι τήν τε παρὰ Ζήνωνος πρὸς Ἰεδδοῦν γεγραμμένην, ὅπως ἂν, ἐὰνἐὰμ μὴ ἀποδιδῶι τὰ ἀργύριονταργύριον Στράτωνι τῶι παρὰ Ζήνωνος πα ραγενομένωι, ἐνέχυρα αὐτοῦ παραδείξωμεν αὐτῶι. ἐγὼ μὲν οὖν ἄρρωστος ἐτύγχανον ἐκεχ φαρμακείας ὤν, συναπέστειλα δὲ Στράτωνι παρʼ ἡμῶν νεανίσκον καὶ ἐπιστολὴν ἔγραψα πρὸς Ἰεδδοῦν. παραγενόμενοι οὖν εἶπόν μοι μηθένα λόγον πεποιῆσθαι τῶι ἐπιστολίωι μου, αὐτοῖς δὲ χεῖρας προσενεγκεῖν καὶ ἐγβαλεῖν ἐκ τῆς κώμης. γέγραφα οὖν σοι. ἔρρωσο. ἔτους κζ, Περιτίου ἐμβολίμου κ. Ὀρύαι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.