no image
DDbDP-text
Letter from Pekysis to Zenon via HGV-meta
Linked by Trismegistos ID
TM 959.
Each record below describes this same ancient text from a different angle.
Πεκῦσις Ζήνωνι χαίρειν. ἔγραψεν ἡμῖν Ἀρίστανδρος ἐκ πόλεως ὅπως συνα γάγω τῶι φορολόγωι δραχμὰς Αφ. ἐπίστηι δὲ ὅτι συνελάλησά σοι περὶ τῶν ρξ ὀβολοῦ χαλκοῦ ὑπὲρ τῶν στρατιωτῶν ὧν γεωργεῖ Ὀννῶφρις τοὺς κλήρους. ἐὰν οὖν σοι δόξηι, καλῶς ποιήσεις γράψας ἐκείνωι καὶ συναντιλαβόμενος ἡμῖν τοῦ διαγράψαι τὰς ρξ ὀβολὸν χαλκοῦν 1 δραχμὰς εἰς τὰς Αφ δραχμὰς καθότι ἐπεχώρησας. περὶ μὲν οὖν τοῦ σησάμου οὐ βούλονται διαστεῖλαι οἱ παρὰ Ἡρακλείδου ἐὰνἐὰμ μὴ Ἡρακλείδης γράψηιγραψαι. σύνταξον οὖν τῶι Ἡρακλείδηι ὅπως ἐπιστείληι τοῖς χειρισταῖς μετρῆσαι καθὸ ἂν Ὀννῶφρις τὴν διαστολὴν διδῶι. ἔρρωσο. ἔτους λϛ, Θῶυθ κ. ΖήνωνιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.