no image
DDbDP-text
Letter from Zoilos to Alexandros via HGV-meta
Linked by Trismegistos ID
TM 715.
Each record below describes this same ancient text from a different angle.
Ζωίλος Ἀλεξάνδρωι χαίρειν. καλῶς ἂν ἔχοι εἰ ἔρρωσαι· ὑγιαίνομεν δὲ καὶ αὐτοί. ἐκομισάμην τὰς ἐπιστολὰς καὶ οὐκ ἀμελῶ περὶ ὧν ἂν ἡμῖν γράφηις. σὺ δὲ καλῶς ποιήσεις ἐκπονήσας ἵνα ἡμῖν γίνηται ἅ σοι ἐνετειλάμεθα κατὰ τὸ ὑπόμνημα, τούτου δὲ γενομένου ἐπίστασο ὅτι ὀφειλήσω σοι χάριν ἱκανήν. προσάγαγε οὖν τῶι Ἀπολλωνίωι καὶ ἄλλους τῶν σῶν φίλων καὶ πρόσθες τούτοις τι, ἐὰν καὶ Ἀντι όχωι δοκῆι. μὴ οὖν ῥαθυμήσηις. λαβὲ δὲ καὶ παρὰ Ζήνωνος τοῦ Ἀπολλωνίου ὑποζύ γιον, ὃ ἄν σοι δῶι, καὶ ἐξάγαγέ μοι, καὶ μὴ ὀλιγώρως· οἶδα γὰρ ὅτι δυνήσει σὺ οἰκονομήσα σθαι τὴν ἐξαγωγήν. ἔρρωσο. ἔτους κη, Δύστρου κβ. ἱππάρχηι, τῶι Νικάνορος υἱῶι. Ἀλεξάνδρωι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.