no image
DDbDP-text
Letter from Amyntas to Zenon via HGV-meta
Linked by Trismegistos ID
TM 702.
Each record below describes this same ancient text from a different angle.
Ἀμύντας Ζήνωνι χαίρειν. Ἀλέξανδρος ὁ ἀποδιδούς σοι τὴν ἐπισ τολὴν τῶν φίλων τινὸς τῶν ἐμῶν ἐστὶν οἰκεῖος καὶ αὐτῶι δέ μοί εἰσι συ νήθειαι, τυγχάνει δὲ προκεχειρισμένος ὑπό τινος. χαριεῖ οὖνοὖμ μοι συσπουδάσας, εἰ ἔστιν ἐν δυνατῶι, ἀφεθῆναι αὐτόν. ἔστι γὰρ καὶ τῶι σώματι ἀσθενέστερος διὰ τὸ ἐν ἀρρωστήματι εἶναι. ἔρρωσο. Ἀμύντου περὶ Ἀλεξάνδρου. ἔτους κη, Περιτίου ιε, ἐνἐμ Βουβάστωι. Ζήνωνι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.