no image
DDbDP-text
Quittance d’impôt via HGV-meta
Linked by Trismegistos ID
TM 36520.
Each record below describes this same ancient text from a different angle.
δεδώκασι οἱ ἀπὸ κώμης ἈφροδίτηςἈφροτίδης τοῦ Ἀνταιοπολίτου, διὰ Ἰωάννου ὑποδέκτου τῆς αὐτῆς κώμης, εἰς λόγον τοῦ αἰδεσίμου κομμενταρησίου, τὴν κατὰ τὸ ἔθος διδομένην συνήθειαν κανόνος δευτέρουδευτέρας δευτέρας ἰνδικτίονος, τοῦτʼ ἔστιν χρυσοῦ νομισμάτια δύο παρὰ κεράτια τέσσαρα, χρυσοχοϊκῷ τῆς αὐτῆς κώμης, γίνεται χρυσοῦ νομισμάτια β παρὰ κεράτια δ χρυσοῦ. καὶ εἰς ὑμῶν ἀσφάλειαν καὶ τοῦ δημοσίου πεποιήμεθα ταύτην τὴν ἀποχὴν ἐφʼ ὑπογραφῆς ἡμῶν ὡς πρόκειται. Φλαύιος Φοιβάμμων Ἀσκλᾶς σιγγουλάριος καὶ ἀπαιτητὴς τούτου τοῦ λόγου, στοιχεῖ μοι ἡ ἀποχὴ ὡς πρόκειται. Φλαύιος Φοιβάμμων Βίκτωρος σιγγουλάριος καὶ ἀπαιτητὴς τούτου τοῦ λόγου, στοιχεῖ μοι ἡ ἀποχὴ ὡς πρόκειται ἀποχὴ τοῦ κομμενταρησίουκομενταρισίου κανόνος δευτέρας ἰνδικτίονος χρυσοῦ γίνεται νομισμάτια β παρὰ κεράτια δ χρυσοῦSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.