no image
DDbDP-text
Quittance analogue via HGV-meta
Linked by Trismegistos ID
TM 36790.
Each record below describes this same ancient text from a different angle.
δεδώκασιν οἱ ἀπὸ κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου, διὰ Ἰωάννου ὑποδέκτου, εἰς λόγον κανονικῶν καὶ παντοίων χρυσικῶν τίτλων τρίτης καταβολῆς ἕκτης ἰνδικα τῆς Ἀνταιοπολιτῶν, χρυσοῦ νομισμάτια ἑκατὸν δέκα τέσσαρα, κεράτια δέκα τέσσαρα εὔσταθμα ἁπλᾶ· γίνεται χρυσοῦ νομισμάτια ριδ κεράτια ιδ εὔσταθμα ἁπλᾶ. καὶ εἰς ὑμῶν ἀσφάλειαν καὶ τοῦ δημοσίου λόγου πεποίημαι τοῦτο τὸ ἐντάγιον μεθʼ ὑπογραφῆς ἐμῆς ὡς πρόκειται. Ἡλιόδωρος ἐθνικὸς χρυσώνης ἐπαρχείας πεποίημαι τοῦτο τὸ ἐντάγιον τῶν νομισματίων ἑκατὸν δέκα τέσσαρα κεράτια δέκα τέσσαρα ὑπὲρ τῆς τρίτης καταβολῆς ἕκτης ἰνδικτίονος ὡς πρόκειται.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.