no image
DDbDP-text
Quittance d’impôt via HGV-meta
Linked by Trismegistos ID
TM 36793.
Each record below describes this same ancient text from a different angle.
δεδώκασιν οἱ ἀπὸ κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομοῦ, διὰ ὑποδέκτου, εἰς λόγον καὶ ἀννωνιακῶν εἰδῶν τρίτης καταβολῆς τετάρτης ἰνδικτίωνος, χρυσοῦ νομίσματα ἑκατὸν δέκα τέσσαρα, κεράτια ὀκτὼ εὔσταθμα ἁπλᾶ. γίνεται χρυσοῦ νομίσματα ριδ κεράτια η εὔσταθμα ἁπλᾶ. καὶ εἰς ὑμῶν ἀσφάλειαν καὶ τοῦ δημοσίου λόγου, πεποίημαι τοῦτο τὸ ἐντάγιον μεθʼ ὑπογραφῆς ἐμῆς ὡς πρόκειται Βίκτωρ ἐθνικὸς χρυσώνης ἐπαρχίας Θηβαΐδος πεποίημαι τοῦτο τὸ ἐντάγιον τῶν νομισμάτων ἑκατὸν δέκα τέσσαρα κεράτια ὀκτὼ ὡς πρόκειταιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.