no image
DDbDP-text
Quittance d’impôt via HGV-meta
Linked by Trismegistos ID
TM 36788.
Each record below describes this same ancient text from a different angle.
δεδώκασιν οἱ ἀπὸ κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου, διὰ Ἰωάννου ὑποδέκτου, εἰς λόγον κανονικῶν καὶ παντοίων χρυσικῶν τίτλων ὁμοίως πρώτης καταβολῆς πρώτης ἰνδικτίονος, χρυσοῦ νομισμάτια εἴκοσι ἑπτὰ, κεράτια δέκα. γίνεται χρυσοῦ νομισμάτια κζ κεράτια ι εὔσταθμα ἁπλᾶ. καὶ εἰς ὑμῶν ἀσφάλειαν καὶ τοῦ δημοσίου λόγου πεποίημαι τοῦτο τὸ ἐντάγιον μεθʼ ὑπογραφῆς ἐμῆς ὡς πρόκειται Ἡλιόδωρος ἐθνικὸς χρυσώνης ἐπαρχείας Θηβαΐδος στοιχεῖ μοι τὸ ἐντάγιον τῶν νομισματίων εἴκοσι ἑπτὰ κερατίωνκερατια δέκα ὡς πρόκειται.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.