no image
DDbDP-text
Acte de divorce via HGV-meta
Linked by Trismegistos ID
TM 18910.
Each record below describes this same ancient text from a different angle.
Αὐρήλιος Σαραπίων υἱὸς Γεωργίου τοῦ ἀπο γενομένου ἰατροῦ, ἐκ μητρὸς Σοφίας, φοινικο πώλης, ὁρμώμενος μὲν ἀπὸ κώμης Ἰσιδώρου τοῦ Ἑρμουπολίτου νομοῦ, καταμένων δὲ πρὸ πολλοῦ ἐνταῦθα ἐπὶ ταύτης τῆς καλλιπόλεως Ἀντινοέων, ΑὐρηλίᾳΑὐριλίᾳ Μαριὰμ θυγατρὶ Φοιβάμμωνος τοῦ ἀπὸ γεωργῶν, ἐκ μητρὸς Εἰρήνης, ὁρμωμένῃ μὲν ἀπὸ κώμης ΜουνκρήκεωςΜουνκρήχεως τοῦ Ἀνταιοπολίτου νομοῦ, οἰκούσῃοἰκούσᾳ δὲ ἐνταῦθα ἐπὶ τῆς αὐτῆς πόλεως, χαίρειν. ἐπειδὴ πρώην ἠγαγόμην σε πρὸς γάμου καὶ βίου νομίμου κοινωνίαν οἰόμενος ἐκτελέσαι μετὰ σοῦ πάντα τὸν τῆς ζωῆς μου χρόνον κατʼ εἰρηνικὸν συν οικέσιον, ἀρτίως δὲ οὐκ οἶδαοἰδειν πόθεν φθόνος πονηρὸς μεταξὺ ἡμῶν ἀμφοτέρων χυθεὶς ἐδιχάσενδιχασαι ἡμᾶς ἀλλήλων τοῦ αὐτοῦ κοινοῦ συνοικεσίου, κατὰ τοῦτο ὁμολογῶ ἐγῶ ὁ προγεγραμμένος Σαραπίων ὁ σός ποτε ἀνήρ, νῦν δὲ ἀποσχοινισθεὶς τοῦ σοῦ συν οικεσίου, μηδένα τοῦ λοιποῦ λόγον ἔχειν πρὸς σὲ περὶ οἵου δήποτε πράγματος, ἐγγράφου ἢ ἀγράφου, ἀκρίτου ἢ κεκριμμένουκεκριμένου, μήτε περὶ γάμου συναφείας καὶ ἀναλωμάτων γάμου καὶ τούτου ἕδνων, μήτε περὶ τοῦ τεχθέντος παρʼ ἡμῶν ἐξ ἀλλήλων βρέφουςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.