no image
DDbDP-text
Requête via HGV-meta
Linked by Trismegistos ID
TM 18984.
Each record below describes this same ancient text from a different angle.
Φλαυΐῳ Τριαδίῳ Μαριανῷ Μιχαηλίῳ Γαβριηλίῳ Κωνσταντίνῳ Θεοδώρῳ Μαρτυρίῳ Ἰουλιανῷ Ἀθανασίῳ τῷ ἐνδοξοτάτῳ στρατηλάτῃ ἀπὸ ὑπάτων καὶ ὑπερφυεστάτῳ πατρικίῳ πραιφέκτου Ἰουστίνου δουκὶ καὶ αὐγουσταλίῳ τῆς Θηβαίων χώρας τὸ β· διὰ τοῦ ἐνδοξοτάτου καὶ πανευφήμου στρατηλάτου Φλαυίου Ἰουλιανοῦ. δέησις καὶ ἱκεσία παρὰ Ἰσχυρίωνος τοῦ γαμβροῦ Ἀπολλῶτος πρωτοκωμήτου κώμης Ἀφροδίτης, τοῦ βιαίως ἀναιρεθέντοςἀναιρηθέντος παρὰ τῆς λῃστρικῆς ἐφόδου ἡμεραίᾳἡμεραίας καὶ στερηθέντος ἀλόγως. εὐεργέτημα μέγιστον πρόκειται πᾶσι τοῖς ἀδικουμένοις ἡ τῆς ὑμῶν πανευφήμου ὑπερφυΐας ἐκδικία· καὶ τοῦτο αὐτὸ ἀκριβῶς ἐπιστάμενος πρόσειμιπρόσιμι τοῖς εὐκλεέσι ὑμῶν ἴχνεσι, διδάσκων τὸ κατʼ ἐμὲ πρᾶγμα ἐν τούτοις ἔχον. διδάσκω τὸ ὑπέρλαμπρον ὕψος ὑμῶν ὡς πο διαρπαγὴν καὶ πόρθησιν τὴν γεναμένην κατά τε τοῦ ἐμοῦ πενθεροῦ τοατωαγρω καὶ ἐν τῇ οἰκίᾳαὐτοῦ ἐν τῇ εἰρημένῃ ατεSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.