no image
DDbDP-text
Petizione all’ archidikastes via HGV-meta
Linked by Trismegistos ID
TM 12417.
Each record below describes this same ancient text from a different angle.
Τιβερίωι Κλαύδιωι Σερήνωι ἱερεῖ ἀρχιδικαστῆι παρὰ Διογενοῦς τοῦ Χρατίωνος τῶν ἀπὸ κώμης Τεπτύνεως τοῦ Ἀρσινοείτου· ἐν διαφορᾷ ὢν πρὸς τὴν γυναῖκά μου, οὖσαν καὶ ἀδελφήν, ἐσυλήθην τῶν ἐν τῇ οἰκίᾳ μου ὑπὸ ληστηρίου ἐκπεφορημένων μετὰ ταῦτα κεα ταεοπτολεμαοω ἑαυτῆς ἀδελφω εκτοντασηθς οἰκίας ἕτερον ἔσχεν υἱὸν ἀφήλικα· ἀνελθόντος δὲ μοῦ ἀπὸ Ἀλεξανδρείας ἡ προγεγραμμένη μου θυγάτηρ Πτολέμα, συνεργήσασα τῇ μητρὶ αὐτῆς ἠρνήσατο ἃ παρεθέμην αὐτῇ· ὡσαύτως δὲ καὶ ἡ μήτηρ αὐτῆς ἃ ἔχω ἐπʼ ὀνόματος αὐτῆς χρέα καὶ ὑπάρχοντα καὶ ἄλλα ἐπείρασεν ἀποστερέσαι· αἰτουμένης δὲ τῆς Πτολέμας περιλυθῆναι αὐτῆς τὸν γάμον ὑπὲρ τοῦ ἀπενέγκασθαι τὰ ἐμὰ καὶ διασπαθῆσαι, ἦλθον ἐπὶ Αἴλιον Νουμισιανὸν στρατηγὸν τοῦ Ἀρσινοείτου, ἐφʼ οὗ ἔνια ὡμολογήθη ὅθεν ἐξουσίαν ἔχων τῆς θυγατρὸς κατὰ τοὺς νόμους ἀξιῶ σε, κύριε, ἐάν σοι δόξῃ, γράψαι τῷ αὐτῷ στρατηγῷ Αἰλίῳ Νουμισιανῷ πρὸ τῆς τοῦ γάμου περιλύσεως τὴν ἐξέτασιν τῶν λοιπῶν ποιήσασθαι· καὶ τῷ δὲ γενομένῳ ἐπιστρατήγῳ Ἰουλίῳ Πετρωνιανῷ διὰ βιβλιδίουβιβλειδίου ἐνέτυχον, ὃς ὑπέγραψεν τὸν αὐτὸν στρατηγὸν πέρας ἐπιθεῖναι τῷ πράγματι· ἐπεὶ οὖν, ἐπιγνοῦσαι αἱ ἀντίδικοι τοῦτο, ἐπί σε κατῆλθον οἰόμεναι δύνασθαι παραλογίσασθαι, ἀναφέρω σοι ἵνʼ εἰ δῇς καὶ ἀναγκαίως ἀξιῶ σε τῷ στρατηγῷ γράψαι ἵνʼ ὦ βεβοηθημένος·Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.