no image
DDbDP-text
Εὐρυλόχῳ συγγενεῖ καὶ στρατηγῶι καὶ ἐπὶ τῶν προσόδων παρὰ Τασέμθεως γυναικὸς Ὥρου ἀδελφοῦ Ἑριέως τοῦ πτεραφόρου ἱερέως τοῦ ἐν Τιλώθει ἱεροῦ Ἡρακλέους θεοῦ μεγίστου. τῶν γονέων μου ἐκ Ποενάμεως εἰς τὸ ἐν τῆι Τιλώθει κατελ θόντων ἱερὸν καὶ εἰς τὸ τῶν προγεγραμμένων παστοφόριον καταλυσάντων ἐπιπλεκείς μοι ὁ Ὧρος ἐκ πολλῆς διατριβῆς. ὁ πατὴρ ἀποθέ μενος τὰ ἐν τῆι ἰδίαι ὑπάρχοντα καὶ φερνὴν αὐτῶι διὰ τῶν ἀδελφῶν τοῦ τε Ἑριέως καὶ Σεμθέως Παάβιος προσενεγκάμενος χαλκοῦ νομίσματος τάλαντα κε. ἔγραψέν μοι Αἰγυπτίαν τροφῖτιν, ἐξ οὗ καὶ ἐσχηκυῖα τέκνα δ, ἀπὸ δὲ τούτων ἑνὸς περιόντος. οἱ ἀδελφοὶ ἀνήνεγκαν αὐτῶι τῶν οἰκημάτων διαίρεσιν. ὁ ἀνὴρ μεταλλάξας τὸν βίον οὕτως διακείμενος. ἐμὲ ἠνάγκασαν μέχρι τοῦ νῦν τὰς ἐν ταῖς νεκρίαις εἰς αὐτὸν δαπάνας ποιεῖσθαι, πάντα τὰ τοῦ τέκνου ἀποφερόμενοι οὐδὲν εἰς τὰ ἀναγκαῖα ἐπιχορηγοῦσι. διὸ ἀξιῶἀξιῶι χήρα οὖσα ἐκθεῖναί μοι καὶ τῶι ὀρφανῶι παιδίωι τὸ δίκαιον μὴ ἐμμεμενηκότα ἐφʼ οἷς οἱ ἱερεῖς καὶ Ἀπίων ὁ γυμνασιαρχήσας δεδικαιώκασιδεδικαιωκαν, ἐὰν φαίνηται προνοῆσαι ἡμῶν, ἵνʼ ὦμεν βεβοηθημένοι. εὐτύχειSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.