no image
DDbDP-text
Εὐρυλόχωι συγγενεῖ καὶ στρατηγῶι καὶ ἐπὶ τῶν προσόδων παρὰ Διονυσίας τῆς Ἡρακλείου τῶν ἐκ Τιλώθεος Ἀπολλώνιος Ἰσιδώρου τοῦ ΠυθΠαυ κατὰ συγγραφὴν συνοικισίας καὶ ἄλλας ἐνθέσμους οἰκονομίας ἀνῃρημένοςἀνειρημένος σὺν τοῖς ἑαυτοῦ γονεῦσι Ἰσιδώρωι καὶ Φιλίσται φερνήν μου ἐν ἀργυρίου δραχμαῖς Β, ἣν καὶ ἐγγυῶνται ἀλλήλους εἰς ἔκτεισινἔκτισιν, διετὴς χρόνος ἤδηἤδηι, ἀφείς με σὺν τῶι ἐξ ἀλ λήλων γεγονότι ἡμῖν παιδίωι θηλυκῶι ἐν εὐτελέσι περιβολαδίοις τὸν εἰς Ἀλε ξάνδρειαν κατάπλουν πεποίηται, καὶ ὡς μεταλαμβάνωμεταλαμβάνωι ἀστοργότερον διακείμενος πρός με καὶ τὸ τέκνον ἑτέραι ἐκεῖ συνήρμοσται γυναικί, ἐξ ἧς καὶ πεπαιδοποίηκε, σεσήμαγκε δὲ τῶι πατρὶ αὐτοῦ διʼ ἐπιστολῆς ἐκκερμα τίσαντα τὴν οἰκίαν αὐτοῦ καὶ τὸν κλῆρον ἀποδοῦναί μοι τὴν φερνήν, αὐτῇαὐτή τε σὺν τῶι παιδίωι ὑπὸ τοῦ ἀδελφοῦ μου παντὶ ἐπαρκουμένηιἐπαρκουμένη μηδὲ τὴν ἀναγ καίαν ἐχούσῃἔχουσαἔχουση διατροφήν, καὶ τοῦ Ἰσι δώρου μηδʼ ἡντινοῦν ἐπιστροφὴνἐπειστροφὴν ποιουμένου, ἀξιῶ ἐὰν φαίνηται συν τάξαι μεταπέμψασθαι αὐτὸν ἐπί σε καὶ συναναγκάσαι ἀποδοῦναί μοι εἰς τὰ ἀναγ καῖα τὴν φερνήν, ἵνʼ ὦὦι ἀντειλημμένηἀντειλημμενηι. εὐτύχειSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.