no image
DDbDP-text
Loan of Beans via HGV-meta
Linked by Trismegistos ID
TM 10429.
Each record below describes this same ancient text from a different angle.
Αὐρήλιος Πτολεμαῖος Διοσκόρου μητρὸς εως ὡς ἐτῶν λβ οὐλὴ ἀντικνημίῳ ἀριστερῷ καὶ Πτολλᾶς Σαραπίωνος μητρὸς οὐλὴ μ γόνατι καὶ Σαβῖνος Λεον καὶ Ἡρωδιανὸς Ἀλεξάνδρου αα καὶ Ὃλ μητρὸς Μ λα ὡς ἐτῶν λα οὐλὴ ὀφρύι καὶ Μέλας α σενα ὡς ἐτῶν ν οὐλὴ ἀντικνημίῳ ἀριστερῷ καὶ Ἰσίδωρος Πτολεμαίου μητρὸς Ἡρωίδος ὡς ἐτῶν λζ οὐλὴ ἀντικνημίῳ ἀριστερῷ οἱ πέντε ἀπὸ κώμης Καρανίδος ἀλλήλων ἔγγυοι εἰς ἔκτισιν Αὐρηλίῳ Ἀχιλλᾶ Δη χαίρειν. ὁμολογοῦμεν ἔχειν παρὰ σοῦ τὰς τοῦ φασήλου ἀρτάβας ἑκατὸν ἅσπερ ἐπάναγκον ἀποδώσομενμηνὶ Παῦνι ἐν τῇ προκιμένῃπροκιμεῃ κώμῃ τετραχοινίκῳ μέτρῳ ἀνυπερθέτως, καὶ ἐπὶ τῆς ἀπαιτήσεως γείνεσθαί σοι τῶν ὀφειλομένων πρᾶξιν ἔκ τε ἡμῶν ἢ ἐξ οὗ ἡμῶν ἐὰν αἱρῆταιἑρῆται κατὰ τὸ τῆς ἀλληλεγγύης δίκαιον καὶ ἐκ τῶν ὑπαρχόντων μου πάντων καθάπερ ἐκ δίκης. καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. ὑπατείαςὑπατίας τοῦ δεσπότου ἡμῶν Διοκλητιανοῦ τοῦ πατρὸς τῶν βασιλέων τὸ ι καὶ Γαλερίου Οὐαλερίου Μαξιμιανοῦ Σεβαστοῦ τὸ ζ πρὸ Καλενδῶν Μαίων. Αὐρήλιος Πτολεμαῖος καὶ Πτολλᾶς καὶ Σαβεῖνος καὶ Ἡρωδιανὸς καὶ Ὃλ καὶ Μέλας καὶ Ἰσίδωρος καὶ οἱ λοιποὶ ὁμολογοῦμεν ἔχειν τὰς τοῦ φασήλου ἀρτάβας ἑκατὸν καὶ ἀποδώσομεν τῇ προθεσμίᾳ ὡς πρόκιται, καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. Αὐρήλιος Δημήτριος Βησαρίωνος ἔγραψα ὑπὲρ αὐτῶν φασκόντων γράμματα μὴ εἰδέναι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.