no image
DDbDP-text
Brief (III) des Hermaios an Apollonios via HGV-meta
Linked by Trismegistos ID
TM 19599.
Each record below describes this same ancient text from a different angle.
Ἑρμαῖος Ἀπολλωνίωι τῶι τιμιωτάτωιτειμιωτάτωι χαίρειν. οὐκ ἐγένετο χρεία ἀναλήψεως διώρυγος· τῆς τύχης σου συνπνεούσης πάντα λελίμνασται. ὁ ἀπό σοῦ φύλαξ εὗρέ με ἐπὶ τῆς καινῆς ἀφέσεως ἐκζητοῦντα ἐργάτας εἰς ἐπένχωσιν. ἐπεὶ μὴ ὕψω ται τῆι οἰκοδομῇ ἡ ἄφεσις καὶ νῦν οἱ συσχεθέντες ὑπʼ ἐμοῦ εἰς τοῦτο ἐργάται οὐκ εἶχον σκαφεῖα ἢ σφυρίδας, ἔπεμψα πρὸς εἰρηνοφύλακα Πώεως, ᾧι φησιν ἀνήκειν πέμψαι ἐργάτας ν, εἴκοσι μὲν εἰς τὴν τοῦ χοὸς ἄρσιν, λ δὲ εἰς τήρησιν. εἰς Τερῦθιν καθεύδω, ἵνα μετὰ τῶν γεωρ γῶν τὰς νήσους ὄρθρου καταμάθω, ἐπεὶ μὴ ἔφθην. τὸ δεῖγμα Πώεως Τερύθεως αἴρω ἔχων μετʼ ἐμοῦ τὸν κατάγοντα. ἐρρῶσθαί σε εὔχομαι, κύριέ μου. Ἀπολλωνίωι στρατηγῷ Ἀπολλωνοπολίτου ἙπτακωμίαςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.