no image
DDbDP-text
Brief (II) des Hermaios an Apollonios via HGV-meta
Linked by Trismegistos ID
TM 19598.
Each record below describes this same ancient text from a different angle.
Ἑρμαῖος Ἀπολλωνίωι τῶι τιμιωτάτωι χαίρειν. Πετεμενεκῦσιν τὸν ὁριοδεί κτην φασὶν ἀναβεβηκέναι πρὸς σὲ καὶ καθήμεθα ἀργοὶ αὐτὸν ἐκδεχόμενοι ἐν ἀνα μετρήσει κοίτης ἀρουρῶν ια καὶ πρὸς ὁμορούσης ὑπολόγωι τῆς μη τροπόλεως. ζητεῖται ἐπίσκε ψις ὑπολόγου ιε ἔτους καὶ ιζ ἔτους μητρο πόλεως καὶ ὁ ταύτης γραμμα τεὺς καὶ ὁ ὁριοδείκτης. ἐὰν δό ξῃ σοι οὖν, κύριε, εὐθέως αὐ τοὺς πέμψον πρὸς ἡμᾶς ἐν ἀγρῷ καθημένουςκαθημενοις. θεῶν δὲ θελόντων αὔριόν σε ἀσπασόμεθα. ἐρρωσθαί σε εὔχομαι, κύριέ μου. Ἀπολλωνίωι στρατηγῶιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.