no image
DDbDP-text
Brief eines Hermaios an den Gymnasiarchen Aelius Apollonios via HGV-meta
Linked by Trismegistos ID
TM 19633.
Each record below describes this same ancient text from a different angle.
Ἑρμαῖος Αἰλίωι Ἀπολλωνίωι τῶι τιμιωτάτωι χαίρειν. καὶ ἐν τούτωι καὶ ἐν τοῖς ἄλλοις πᾶσι, κύριε, τὴν ἁρ μόζουσάν σοι εὔνοιάν μοι καὶ φιλίαν παρέχεις καὶ μι κρὸς μὲν ἐγὼ χάριν σοι εἰδέ ναι, οἱ δὲ θεοὶ σέ ἀμείψονται. τὴν προσφώνησιν, ὡς ἐκέ λευσας καὶ ὑπέδειξας, ἔπεμ ψά σοι καὶ ἦλθον ἄν, κύριε, εἰ μὴ σὺ προλαβὼν καὶ περὶ τοῦ τύπου ἔγραψας, καὶ τῶι θεῶι με ἐχαρίσω, παρʼ ὧι τὸ προσκύνημά σου ποιῶ με τὰ τῶν σῶν πάντων. ἐρρῶσθαί σε εὔχομαι, κύριέ μου. Αἰλίωι Ἀπολλωνίωι γυμνασιάρχωιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.