no image
DDbDP-text
Διονυσοδώρωι στρατηγῶι ἈρσινοείτουἈρσινοίτου παρʼ Ἀρσινόης τῆς Ὄρφεως. Ἀπολλώνιος Σωστράτου καὶ οἱ τούτου υἱοὶ δύο, γεωρ γοὶ τοῦ ἡμετέρου περὶ Φιλα δέλφειαν κλήρου, ἀπὸ μέρους μετρήσαντές μοι ἀπὸ τῶν ἐκφορίων τοῦ διεληλυθότος η ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ σαπροπυρῶν καὶ κατελείφθη σαν ἐν αὐτοῖς πυροῦ ἀρτάβαι λϛ𐅵 καὶ ταύτας ἀπαιτούμενοιἀπατώμενοι οὐ βούλονται ἀποδοῦναι ἀλλὰ τὸν χρόνον διαμω λύουσι. ἐπεὶ οὖν καὶ τὸν τῆς χλωροφόρου χόρτον πεπρά κασι Πτόλλει Σαμβαθίωνος προβατοκτηνοτρόφωι, ἐξ οὗ καὶ δυνήσομαι πόρον εὑρεῖν, διὸ ἀξιῶ, ἐὰν φαί νηται, συντάξαι τοὺς ἐν καλουμένους καταλαμβά νειν αὐτοὺς πρὸς τὴν ἐσομένην ἐπέξοδον. εὐτύχει ἔτους θ Τιβερίου Καίσαρος Σεβαστοῦ μηνὸς Σεβαστοῦ ιαSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.