no image
DDbDP-text
Steuersubjektsdeklaration aus Tebtynis via HGV-meta
Linked by Trismegistos ID
TM 10195.
Each record below describes this same ancient text from a different angle.
Ἥρωνι στρατηγῷ Ἀρσινοΐτου Θεμίστου καὶ Πολέμωνος μερίδων καὶ Διονυσάμμωνι βασιλικῷ γραμματεῖγραμματῖ Ἀρσινοΐτου Πολέμωνος μερίδος καὶ Πανεσνεῦτι κωμω γραμματεῖ Τεπτύνεως καὶ Διδύμῳ καὶ Δίῳ λαογράφοις τῆς αὐτῆς κώμης παρὰ Ἰσιδώρας Ὀρσέως πρεσβυτέρου Ὀρσέως μητρὸς Ἠσᾶτος τῆς Παεῦτος ἀπὸ κώμης Τεπτύνεως μετὰπαετα κυρίου Πακήβκε ως Αὐνείου τοῦ Ὀρνόφρεως. ὑπάρχει μοι ἐν τῇ αὐτῇ αὐτῇ κώμῃ Τεπτύνει πατρικὰ καὶ μητρικὰ οἰκόπεδα· πατρικὰ μὲν οἰκίαι δύο , ἐν αἷς καμάραι καὶ αἴθριον καὶ αὐλαὶ καὶ ἕτερα χρηστήρια καὶ εἴσοδος καὶ ἔξοδος, καὶ ἀπὸ βορρᾶ τούτων ἑτέρα οἰκία καὶ αὐλὴ καὶ ἕτερα χρηστήρια καὶ εἴσοδος καὶ ἔξοδος· μητρι κὰ δὲ ἐν ἄλλῳ τόπῳ καμάρας δύο σὺν τοῖς ἐπάνω καὶ αἰθρί ου καὶ αὐλῆς καὶ ψιλοὺςψειλοὺς τόπους, ἐν ᾧ οἰκίδιον καὶ εἴσοδος καὶ ἔξοδος· ἐν οἷς ἀπογράφομαι εἰς τὴν τοῦ διεληλυθότος κη ἔτους Αὐρηλίου Κομμόδου Ἀντωνείνου Καίσαρος τοῦ κυρίου κατʼ οἰκίαν ἀπογραφὴν ἐπὶ τῆς προκιμένης κώμης. καί εἰμι Ἰσιδώρα ἐτῶν ϛ, καὶ δουλικά μου σώματα· Φι λουμένην ἐτῶν με καὶ ταύτης ἔγγονα Διοσκοροῦν ἐτῶν η καὶ Ἀθηνάριον ἐτῶν δ, καὶ ἑτέραν δούλην Ἐλεφαντίνην ἔγγοναἐγγονον Δημητρίας ἐτῶν κ καὶ ἔγγοναἐγγονον Εὐδαιμονίδα ἐτῶν ε καὶ ἸσαροῦνἸσαρους ἔτους α, καὶ ἄλλην δούλην Ἑλένην οὖσαν ἐν δρασ μῷ ἐτῶν ξη καὶ Ἀμμωνάριον ἐτῶν μβ καὶ Ἡράκλειαν ἐτῶν λη ὁμοίως ἐν δρασμῷ. διὸ ἐπιδίδωμιἐπιδίδωμει. ἔτους κθ Αὐρηλίου Αὐρηλίου Κομμόδου Ἀντωνείνου Καίσαρος τοῦ κυρίου Μεσορὴ κθ. Δίδυμος καὶ Δεῖος λαογράφοι διʼ ἐμοῦ Διδύμου ἔσχον τούτου τὸ ἴσον ἄχρι ἐξετάσεως. vestigesSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.