no image
DDbDP-text
Linked by Trismegistos ID
TM 77999.
Each record below describes this same ancient text from a different angle.
Σαραπίων Πετειμούθηι χαίρειν· τοῦ πρὸς Λεωνίδην χρηματισμοῦ ἀντίγραφον ὑπόκειται ἔρρωσο ἔτους λα Μεχεὶρ ϛ Λεωνίδηι. τοῦ παρὰ Θρασύλλου τοῦ συγγενοῦς καὶ διοικητοῦ χρηματισμοῦ ἀντίγραφον ὑπόκειται· κατακολου θήσας οὖν μέτρησον συνυπογράφοντος Πετειμούθου τοῦ βασιλικοῦ γραμματέως τοῖς ἐπὶ τῆς συμπλεούσης Ἀλεξάνδρωι τῶι ἐπὶ τῆς ὑπηρεσίας προκεχειρισμένωι εἰς τὴν χώραν κειαν τὸ καθῆκον μέτρημα τοῦ μηνὸς πυροῦ ἀρτάβας ξδ, ἀπὸ Τυβὶ ἕως Μεχεὶρ τοῦ παρόντος διμήνου τὰς συν κεκριμένας δόσεις πυροῦ ἀρταβῶν ἑκατὸν εἴκοσι ὀκτώὀκτώι, γίνονται πυροῦ ἀρτάβαι ρκη, καὶ σύμβολον καὶ ἀντισύμβολον ποίησαι πρὸς αὐτοὺς ὡς καθήκει. ἔτου να Μεχεὶρ ϛ Θράσυλλος Σαραπίωνι χαίρειν. χρημάτισον Πτολε μαίου τοῦ πρὸς τῶι διοικητικῶι στόλωι τοῖς ἐπὶ τῆς ληγουμηγου τῆς συμπλεούσης Ἀλεξάνδρωι τῶι ἐπὶ τῆς ὑπη ρεσίας προκεχειρισμένωι εἰς τὴν χώραν κειανκατὰ πορείαν, τὰ κεκριμένα σιταρχήματα ἀπὸ Ἁθὺρ τοῦ λα ἔτους ἐφʼ ὃν ἂν ἦι ἐπὶ τῶν τόπων χρόνονχρόνων, καὶ αἱ δόσεις γινέσθωσαν κατὰ μῆνα τοῦ μηνὸς χαλκοῦ τάλαντα δέκα δύο, γίνονται χαλκοῦ τάλαντα ιβ, πυροῦ ἀρτάβας ξδ, γίνονται πυροῦ ἀρτάβαι ξδ, καὶ σύμβολον καὶ ἀντισύμβολον ποίησαι ὡς εἴθισται. ἔρρωσο ἔτους λα Ἀπελλαίου κα Φαωφὶ κα. τοῖς γραμματεῦσιν ἔτους λα Μεχεὶρ ϛ. Ἡρακλεοδώρωι ἔτους λα Μεχεὶρ ϛ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.