no image
DDbDP-text
Σαραπίων Πετειμούθηι χαίρειν· τοῦ πρὸς Λεωνίδην τὸν σιτολόγον χρηματισμοῦ ἀντίγραφον ὑπόκειται· ἔρρωσο· ἔτους λα Φαρμοῦθι ιϛ Λεωνίδῃ· τοῦ παρὰ Κάστορος τοῦ συγγενοῦς καὶ διεξάγοντος τὰ κατὰ τὴν διοίκησιν χρηματισμοῦ ἀντίγραφον ὑπόκειται· μέτρη σον συνεπιστέλλοντος Πετειμούθου τοῦ βασιλικοῦ γραμματέως τοῖς σημαινομένοις συνακολουθεῖν τῶι Κάστορι ἀραβοτοξόταις ἀνδράσι εἴκοσι εἰς Φαμενὼθ ἑκάστωι πυροῦ ἀρτάβας β τὰς συναγομένας ἐκ τῶν τοῦ λα ἔτους γενημάτων πυροῦ μέτρῳ ἀνηλωτικῶι ἀρτάβας τεσσαράκοντατεσσαράκονται γίνονται πυροῦ μέτρῳ ἀνηλωτικῷ ἀρτάβαι μ καὶ σύμβολον καὶ ἀντισύμβολον ποίησαι πρὸς αὐτοὺς ὡς καθήκει· Κάστωρ Σαραπίωνι χαίρειν· μέτρησον συνεπιστέλλοντος Πετειμούθου τοῦ βασιλικοῦ γραμματέως τοῖς συνακολούθοις ἡμῖν ἀραβοτοξόταις ἀνδράσι κ εἰς Φαμενὼθ ἑκάστῳ πυροῦ ἀρτάβας β τὰς συναγομένας πυροῦ ἀρτάβας τεσσαράκοντα γίνονται πυροῦ μέτρῳ ἀνηλωτικῶι ἀρτάβαι μ καὶ σύμβολον καὶ ἀντισύμβολον ποίησαι πρὸς αὐτοὺς ὡς καθήκει· τοῖς γραμματεῦσι ἔτους λα Φαρμοῦθι ιϛ Ἡρακλεοδώρῳ ἔτους λα Φαρμοῦθι ιϛ ΠετειμούθηιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.