no image
DDbDP-text
Σαραπίων Πετειμούθηι χαίρειν· τοῦ πρὸς Λεωνίδην τὸν σιτολόγον χρη ματισμοῦ ἀντίγραφον ὑπόκειται· ἔρρωσο· ἔτους λα Λεωνίδῃ· τοῦ παρὰ Θρασύλλου τοῦ συγγενοῦς καὶ ὑπομνηματογράφου χρηματισμοῦ ἀντίγραφον ὑπόκειται· κατακολουθήσας μέτρησον οὖν συνυπογράφοντος Πετειμούθου τοῦ βασιλικοῦ γραμματέως τοῖς ἐπὶ τῆς συμπλεούσηςσυνπλεούσης Κόσμωι τῶι προκεχειρισμένωι εἰς τὸν νομὸν σκάφης τὸ καθῆκον μέτρημα μηνῶν β ἀπὸ τῶν γενημάτων τοῦ αὐτοῦ ἔτους μέτρημα πυροῦ ἀρτάβας ὀγδοήκοντα γίνονται πυροῦ μέτρημα μηνῶν β ἀρτάβαι π καὶ σύμβολον καὶ ἀντισύμβολον ποίησαι πρὸς αὐτούς· Θράσυλλος Σαραπίωνι χαίρειν· τοῖς ἐπὶ τῆς συμπλεούσηςσυνπλεούσης Κόσμωι τῶι παρὰ Σ προ κεχειρισμένωι εἰς τὸν νομὸν σκάφης προοῦ σιταρ χίαν μηνῶν β πυροῦ ἀρτάβας π γίνονται πυροῦ ἀρτάβαι π· ἔτους λα Παῦνι ια τοῖς γραμματεῦσι ἔτους λα Ἐπεὶφ η Ἡρακλεοδώρωι ἔτους λα Ἐπεὶφ η ΠετειμούθηιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.