no image
DDbDP-text
Σαραπίων Πετειμούθῃ χαίρειν· τοῦ πρὸς Λεωνίδην τὸν σιτολόγον χρηματισμοῦ ἀντίγραφον ὑπόκειται· ἔρρωσο· ἔτους λα ΛεωνίδῃΛεωνίδει· τοῦ παρʼ Ἡρώδου καὶ Ἡρώδου τῶν πρὸς τῇ ναυλώσει χρηματισμοῦ ἀντίγραφον ὑπόκειται· κατακολλουθήσας οὖν ἐμβαλοῦ συνεπιστέλλοντος Πετειμούθου τοῦ βασιλικοῦ γραμματέως εἰς τὴν διασαφουμένην διʼ ἡμῶν καὶ διατεταγμένην εἰς τὸν νομὸν ἐπʼ ἀνάληψιν πυροῦ ἀπὸ τῶν γενημάτων τοῦ λα ἔτους εἰς προσαγωγίδα βασιλέως, ἧς μισθωτὴς ὁ ναύκληρος Δωρίων ἀγωγῆς Ε Ἄνδρωνος, ἀγωγῆς Ε, πυροῦ καθαροῦ ἀδόλου κεκοσκινευμένου μέτρῳ δοχικῷ τῶι πρὸς τὸ χαλκοῦν καὶ σκυτάλῃ δικαίᾳ, ἐπιβιβασθέντων φυλακιτῶν κεκληρουχημένων τῶν μάλιστα πίστιν ἐχόντων, οἷς καὶ τὸ δεῖγμα κατεσφραγισμένον ἐπιτεθήσεται ἐν γεΐνοις ὠμοῖς ἀγγείοις καὶ παρακομιοῦσι παρὰ τοῦ πρὸς τῇ σιτηρᾷ τῆς ἐξαιρέσεως τοὺς καθήκοντας χρηματισμοὺς μετὰ τῆς Φίλωνος καὶ Πατρόκλου τῶν πρώτων φίλων καὶ τῶν περὶ τὴν διοίκησιν μαχαιροφόρων καὶ ἐπίπλων γνώμης, ἀρτάβας δισ χιλίας γίνονται πυροῦ ἀρτάβαι Β καὶ σύμβολον καὶ ἀντισύμβολον ποίησαι πρὸς αὐτοὺς ὡς καθήκει· Ἡρώδης καὶ Ἡρώδης οἱ πρὸς τῇ ναυλώσει Σαραπίωνι χαίρειν· εἰς τὴν διασαφουμένην διʼ ἡμῶν καὶ διατεταγμένην εἰς τὸν ἐπʼ ἀνάληψινἀνάλημψιν πυροῦ βασιλικοῦ προσαγωγίδα βασιλέως ἐμβαλοῦ πυροῦ ἀρτάβας Β· ΠετειμούθηιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.