no image
DDbDP-text
Σαραπίων Πετειμούθηι χαίρειν. τοῦ πρὸς Λεωνίδην τὸν σιτολόγον χρηματισμοῦ ἀντίγραφον ὑπόκειται. ἔρρωσο ἔτους λβ Λεωνίδηι. εἰς σύνταξιν τοῦ ἐν Ἁροήριος θεοῦ μεγίστου καὶ τῶν συννάων θεῶν ἱεροῦ μέτρησον συνυπογράφοντος Πετειμούθου τοῦ βασιλικοῦ γραμματέως Πετεήτει Ἁρυώτου κότι τοῦ ἱεροῦ τὰς ὑπὸ τοῦ βασιλικοῦ γραμματέως σημαινομένας προεῖσθαι τοῖς παρὰ τοῦ προφήτου καὶ ἐπιστάτου ἱερῶν πυροῦ ἀρτάβας ρξε, γίνονται πυροῦ ἀρτάβαι ρξε, γενομένας παραθέσεις ἐν τῶι αὐτῶι μὴ σιτία δεχομενο πυροῦ ἀρτάβας ρξε, εἰς τὴν σύνταξιν ὀλύρας μέτρωι ἀνηλωτικῶι ἀρτάβας γίνονται πυροῦ ἀρτάβαι ρξε ὀλύρας μέτρωι ἀνηλωτικῶι ἀρτάβαι εἰς ταῦτα ὑπολογῆται, καὶ σύμβολον καὶ ἀντισύμβολον ποίησαι πρὸς αὐτοὺς ὡς καθήκει. τοῖς γραμματεῦσιν ἩρακλεοδώρωιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.