no image
DDbDP-text
Lease of Land via HGV-meta
Linked by Trismegistos ID
TM 110061.
Each record below describes this same ancient text from a different angle.
βασιλείας τοῦ Αἰωνίου Αὐγούστου Αὐτοκράτορος ἔτους ἐνδοξοτάτῳ κόμιτι τῶν καθοσιωμένων δομεστικῶν τῆς τοῦ ἐνδόξου μνήμης Κοητος διὰ Φλαουίου Ἰωάννου παρὰ Αὐρηλίου Πουάρεως ἐκ πατρὸς Μακαρίου ἐκ μητρὸς Τιιτος ἀπὸ τῆς κώμης Τερύθεως τοῦ πολείτου νόμου χαίρειν. ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρὰ τῆς σῆς μεγαλοπρεπείας διὰ τοῦ προγεγραμμένου Φλαουίου Ἰωάννου ἐπὶ ἔτη χρόνον λογιζόμενον ἀπὸ γενήματος τῆς σὺν θεῷ ἰνδικτίονος καὶ αὐτῆς καὶ τοῦ ἑξῆς χρόνου τὸ ὑπάρχον αὐτῇͅ κτῆμαγεώργιονχωρίον ου μετ’ ἐγγυητοῦ Φιλοξένου σιλεντιαρίου εριν σὺν διμοίρῳ μέρει τοῦ ἐκεῖσε λάκκου κώμης Τερύθεως κλήρου Σηρβηνε τὴν ἐργασίαν ποιήσασθαι ἰδίοις μοῦ ζώοις καὶ ἀναλώμασι καὶ διδόναι σοι ὑπὲρ ἀποτάκτου φόρου κατ ̓ ἔτος ἐν τελείῳ καὶ ἀβροχικῷ, ὃ μὴ εἴη, σίτου καθαροῦ ἀρτάβαι μέτρῳ σῷ φορικῷ ἀναμφιλόγως. ἡ μίσθωσις κυρία καὶ βεβαία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Πουᾶρις Μακαρίου ὁ προκείμενος μεμίσθωμαι ὡς πρόκειταιης Παύλου πρεσβύτερος ἀπὸ κώμης Τερύθεως ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. δι’ ἐμοῦ Ἑρμαίου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.