no image
DDbDP-text
A Census Return from Hermopolis from AD 189 via HGV-meta
Linked by Trismegistos ID
TM 22717.
Each record below describes this same ancient text from a different angle.
ἀμφοδογραμματεῦσι Πόλεως Ἀπηλιώτου παρὰ Ἑρμαίου τοῦ καὶ Παθώτου Ἀχιλλέως τοῦ Ἑρμαίου μητρὸς Εὐδαιμονίδος τῆς καὶ Τισόιτος Νεάρχου Ἑρμοπολίτου ἀπὸ γυμνασίου ἀναγραφομένου ἐπὶ Πόλεως Ἀπηλιώτου. ἀπογράφομαι κα τὰ τὰ κελευσθέντα ὑπὸ Αὐρηλίου Οὐηριανοῦ τοῦ ἡγεμονεύσαντος εἰς τὴν κατ’ οἰκίαν ἀπογραφὴν τοῦ κη ἔτους Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου εἰς σταθμὸν Ἀμμωνίου Ἀνουβίωνος Πετῆτος τοῦ Ψεναμούνιος καὶ ὡς χρηματίζειχρηματείζει ἀναγραφομένου ἐπὶ Πόλεως Ἀπηλιώτου ιβ μέρους οἰ κίας καὶ αὐλῆς καὶ ἀνηκόντων ἐπὶ Πόλεως Ἀπηλιώτου ιζ ἀμφόδου παρόντος καὶ εὐ δοκοῦντος τῇδε τῇ ἀπογραφῇ ἐμὲ αὐτὸν καὶ τοὺς ἐμούς· Ἑρμαῖον τὸν καὶ Παθώτην ἀπὸ γυμνασίου ἐτῶν μη Ἑρμεῖνον τὸν καὶ Μῶρον υἱόν μου ἐκ μητρὸς Σουεροῦτος Κάστορος ἀπὸ γυμνασίου ἐτῶν κα Ἰσίδωρον ἄλλον μητρὸς τῆς αὐτῆς ἀπὸ γυμνασίου ἀφήλικα κη ἔτει ἐτῶν ιγ Θεόγνωστον τὸν καὶ Μῶρον ἄλλον μητρὸς τῆς αὐτῆς ἀπὸ γυμνασίου ἀφήλικα κη ἔτει ἐτῶν η γυναικῶν Σουεροῦν Κάστορος ἀπὸ γυμνασίου γυναῖκα ἐτῶν νβ δώραν θυγατέρα ἡμῶν ἀπὸ γυμνασίου ἐνιαύσιον κη ἔτει ἐτῶν β καὶ ὀμνύω τὴν Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου τύχην οὕτως ἔχειν. ἔτους κθ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Σαρματικοῦ Γερμανικοῦ Μεγίστου Βρεταννικοῦ Με . Ἑρμαῖος ὁ καὶ Παθώτης Ἀχιλλέως ἐπιδέδωκα καὶ ὤμοσα τὸν ὅρκον. Ἀχιλλεὺς ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα. Ἀμμώνιος Ἀνουβίωνος εὐδο κῶ. Πλουτίων ἔσχον ἴσον.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.