no image
DDbDP-text
Wohnungsmiete via HGV-meta
Linked by Trismegistos ID
TM 19329.
Each record below describes this same ancient text from a different angle.
βασιλείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυίου Ἰουστίνου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος, ἔτους δωδεκάτου ια ἰνδικτίονος. υἱῷ τοῦ τῆς μακαρίας μνήμης Διοδώρου καὶ κύρας Καμαλεὲτ ἀπὸ τῆς Ἑρμουπολιτῶν παρὰ Αὐρηλίου Βίκτορος μητρὸς Σεκουντίλλας ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρά σου, ἐφʼ ὃν βούλῃ χρόνον λογιζόμενον ἀπὸ πεντε καιδεκάτης τοῦ Ἐπεὶφ μηνὸς τῆς παρούσης ἑνδεκάτης ἰνδικτίονος, τὸν ὑπάρχοντα ὑμῖν κοιτῶνα ἕνα ὁλόκληρον ἐν τῇ δευτέρᾳ στέγῃ νεύοντα εἰς νότον μετὰ τοῦ σταυρωμ ένου ς καὶ τοῦ ὁλοκλήρου δώματος καὶ τοῦ προσόντος φρέατος καὶ τῆς αὐλῆς καὶ παντὸς δικαίου ου οἰκίας διακειμένης ἐπὶ ταύτης τῆς Ἑρμουπολιτῶν ἐπʼ ἀμφόδου Πόλεως ἀπηλιώτου ἐν τῷ λεγομένῳ τόπῳ τῶν ἀρχαγγέλωνἀρχαγγέλον Μιχαὴλ καὶ Γαβριὴλ εἰς ἀπηλιώτην πρὸς χρῆσιν ἐμὴν καὶ διοίκησινSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.