no image
DDbDP-text
Affitto di casa via HGV-meta
Linked by Trismegistos ID
TM 19355.
Each record below describes this same ancient text from a different angle.
ἐν ὀνόματι τῆς ἁγίας καὶ ζωοποιοῦ καὶ ὁμοουσίου τριάδος πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, βασιλείας τῶν θειοτάτων ἡμῶν δεσποτῶν Φλαυίων Ἡρακλείου καὶ Ἡρακλείου Νέου Κωνσταντίνου τῶν αἰωνίων Αὐγούστων Αὐτοκρατόρων, ἔτους εἰκοστοῦ ἕκτου, Ἁθὺρ ἐνάτης ἰνδικτίονος ἐν Ἑρμουπολιτῶν τῆς Θηβαίδος τῇ δεῖνι τῇ εὐγενεστάτῃ θυγατρὶ τοῦ τῆς μακαρίας μνήμης ἀπὸ τῆς αὐτῆς Ἑρμουπολιτῶν ἡ δεῖνα θυγάτηρ Σολομῶνος ἀπὸ τῆς αὐτῆς πόλεως. ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρὰ σοῦ ἐφʼ ὃν βούλῃ χρόνον, λογιζόμενον ἀπὸ νεομηνίας τοῦ Μεσορὴ μηνὸς τῆς παρούσης ἐνάτηςἐννάτης ἰνδικτίονος κοιτῶνα ἕνα σὺν αἱροῦντι μέρει καὶ τοῦ πυλῶνος καὶ τοῦ πεσσοῦ μετὰ παντὸς δικαίου ἀπὸ οἰκίας διακειμένης ἐπὶ τῆς αὐτῆς Ἑρμουπολιτῶν πρὸς χρῆσινSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.