no image
DDbDP-text
De Théodoros: l’affaire du batelier Phêu via HGV-meta
Linked by Trismegistos ID
TM 39085.
Each record below describes this same ancient text from a different angle.
καὶ ἄλλοτε, ὡς νομίζω, ἔγραψα τῇ περιβλέπτῳ σου γνησίᾳ φιλίᾳ περὶ τοῦ παρόντος γραμματηφόρου ναύτου χάριν τοῦ χρέους αὐτοῦ, ὡς μᾶλλον οὖν χρεωστεῖται ἀπό τινος ἕως δύο νομισμάτων, καὶ ὁ χρεωστῶν ἀπέθανεν, καὶ ὁ πενθερὸς αὐτοῦ ἐκληρονόμησεν αὐτὸν, καὶ οὐκ ἠνέσχετο τοῦτον ἀπαλλάξαι τὸ χρέος τοῦ ἀποθανότος. δεχομένη οὖν ἡ περίβλεπτός σου φιλία τὴν παροῦσάν μου ἐπιστολήν, τὸν κληρονομήσαντα τὸν ἀποθανότα ἀναίτησον αὐτῷ τὸ χρέος αὐτοῦ. ἔχει γὰρ ὡς εἶπεν μάρτυρας ἐπισταμένους ὡς χρεωστεῖ αὐτῷ ὁ ἀποθανὼν τὰ αὐτὰ δύο νομίσματα. λοιπὸν μὴ δεηθῇ ἄλλης ἐπιστολῆς μου περὶ αὐτοῦ ἵνα εὕρῃ καὶ αὐτὸς πληρῶσαι τὸν ἀνδρισμὸν αὐτοῦ μηνὶ Ἁθὺρ ἰνδικτίονος θ τῷ περιβλέπτῳ τιμῆς ἀξίῳ φίλῳφιλτάτῳτῇ περιβλέπτῳ καὶ τιμαξίᾳ φιλίᾳ Παπᾷ παγάρχῳ Ἀπόλλωνος Ἄνω Θεόδωρος περὶ τῆς αὐλῆς Φῆϋ ναύτουSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.