no image
DDbDP-text
De Helladios: ordres du topotérète concernant fugitifs et étrangers via HGV-meta
Linked by Trismegistos ID
TM 20241.
Each record below describes this same ancient text from a different angle.
γνῶσιν τῶν φυγόντωνφευγόντων ἀνθρώπων ἅμα οὖν τῇ ἀναγνώσει τῆς παρούσης ἐπιστολῆς ταύτην πέμψατε εὐθέως γνῶσιν μετὰ τῶν λοιπῶν γνώσεων εὕρω. ἀλλὰ πάντως ἆς καταλάβῃ με ἡ αὐτὴ γνῶσις διὰ πάσης συντομίας ὁπουδάν εἰμι, καὶ τὴν γνῶσιν τῶν ξένων τῶν ὄντων εἰς τὴν παγαρχίαν ὑμῶν καὶ πέμψατέ μοι αὐτὴν ἀπαιτήσατε τοὺς ξένους ἀπὸ τριῶντρειῶν νομισμάτων ἑκάστου, καὶ τὸ τοιοῦτο χρυσίον πέμψατέ μοι ἐπειδὴ οὐκ ὀλιγώρως ἐγράφη μοι χθὲς περὶ τούτου πάλιν. ἀλλὰ πάντως μὴ ἀμελήσητε εἰς τοῦτο καὶ τὴν γνῶσιν τῶν φυγόντων ἀνθρώπων ἀπολύσατε αὐτὴν πρὸς μέ. Φαρμοῦθι κβ ἰνδικτίονος δ τῷ θεοφυλάκτῳ μου δεσπότῃ καὶ ἀδελφῷ Παπᾷ τῷ παγάρχῳ Ἀπόλλωνος Ἄνω ἙλλάδιοςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.