p.apoll.24
καὶ ἄλλοτε, ὡς νομίζω, ἔγραψα τῇ περιβλέπτῳ σου γνησίᾳ φιλίᾳ περὶ τοῦ παρόντος γραμματηφόρου ναύτου χάριν τοῦ χρέους αὐτοῦ, ὡς μᾶλλον οὖν χρεωστεῖται ἀπό τινος ἕως δύο νομισμάτων, καὶ ὁ χρεωστῶν ἀπέθανεν, καὶ ὁ πενθερὸς αὐτοῦ ἐκληρονόμησεν αὐτὸν, καὶ οὐκ ἠνέσχετο τοῦτον ἀπαλλάξαι…