no image
DDbDP-text
Loan of Wheat via HGV-meta
Linked by Trismegistos ID
TM 2650.
Each record below describes this same ancient text from a different angle.
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Κλεοπάτρας θεῶν Ἐπιφανῶν ἔτους ὀγδόου ἐφʼ ἱερέως Ἡρακλεοδώρου ἈπολλοφάνουἩρακλείδου τοῦ Πεναφου Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν καὶ θεῶν Φιλομητόρων, ἀθλοφόρου Βερενίκης ΕὐεργέτιδοςΕὐγέτιδος Σαραπιάδος ἈπολλωνίουἈρσινόης τῆς ου, κανηφόρου Ἀρσινόης Φιλαδέλφου Ἀριστοκλείας τῆς ΔημητρίουΔημητρου, ἱερείας Ἀρσινόης Φιλοπάτορος Εἰρήνης τῆς Πτολεμαίου, μηνὸς Λωίου τρεισκαιδεκάτηι Μεχεὶρ τρεισκαιδεκάτηι, ἐν τῆι Σοκνοπαίου Νήσωι τοῦ Ἀρσινοίτου νομοῦ. ἐδάνεισε Μαρρῆς Πακύσιος Ἀρσινοίτης Μενελάωι Παριγέτου Μακεδόνι τῆς ἐπιγονῆς πυροῦ ἀρτάβας δέκα . ἀποδότω δὲ Μενέλαος Μαρρῆτι τὸ δάνειον τῶν δέκα ἀρταβῶν τῶν πυρῶν ἐν μηνὶ Αὐδυναίωι Αἰγυπτίων δὲ Ἐπεὶφ ἢ ὅταν ἡ ἄφεσις τῶν πυρίνων καρπῶν γένηται πυρὸν νέον ἄδολον καθαρὸν ἀπὸ παντός, μέτρωι δικαίωι τῶι πρὸς τὸ βασιλικὸν χαλκοῦν μετρήσει καὶ σκυτάληι δικαίαι καὶ κατα στησάτω εἰς τὴν Σοκνοπαίου πρὸς Μαρρῆν τοῖς ἰδίοις ἀνηλώμασι. ἂν τῶν ἀρταβῶν τοῦ πυροῦ μὴ ἀποδῶι ἀποτεισάτω τιμὴν δραχμὰς πεντεκοσίας , καὶ ἡ πρᾶξις ἔστω Μαρρῆτι τῶι κατὰ τὴν γραφὴν παρά τε ἑαυτοῦταυτου Μενελάου καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῶι πάντων πράσσοντι κατὰ τὸ διάγραμμα καὶ τοὺς νόμους. κύριος δʼ ἔστω καὶ ατς πράσσοντα του εκ η κρισι Πάσιππος Ξένων Θεόδωρος Πτολεμαῖος Μακεδόνες, Φίλων Θρᾶιξ, Σωσικράτης Κρής, οἱ ἓξ τῶν ἐν τῆι Σοκνοπαίου Νήσωι φρουρούντων καὶ μισθοφόρων. συγγραφοφύλαξ Φίλων.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.