no image
DDbDP-text
Royal oath via HGV-meta
Linked by Trismegistos ID
TM 933.
Each record below describes this same ancient text from a different angle.
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου Σωτῆρος ἔτους λε, ἐφʼ ἱερέως Πτολεμαίου τοῦ Ἀνδρομάχου Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν, κανηφόρου Ἀρσινόης Φιλαδέλφου Βιλιστίχης τῆς Φίλωνος, μηνὸς Δύστρου. ὀμνύει βασιλέα Πτολεμαῖον τὸν ἐκἐγ βασιλέως Πτολεμαίου καὶ Βερενίκης Σωτήρων καὶ Ἀρσινόην Φιλάδελφον θεοὺς Ἀδελφοὺς καὶ θεοὺς Σωτῆρας τοῦς τούτων γονεῖς Μετχῶψις Φερενούθιος Βουβαστίτης κυβερνήτης Κασιωτικοῦ Ἀπολλωνίου τοῦ διοικητοῦ μη θὲν ἐμβαλεῖσθαι εἰς τὸ Κασιωτικὸν τελωνίσιμον παρευρέσει μηδεμίαι μήτε ἄλλωι μηθενὶ ἐπιτρέψειν ἐμβαλέσθαι μητὲμηδὲ παράξειν τὰς φυλακάς. εὐορκοῦντι μένμέμ μοι εὖεφ εἴη, ἐφιορκοῦντι δὲ τὰ ἐναντία. βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου Σωτῆρος ἔτους λε, ἐφʼ ἱερέως Πτολεμαίου τοῦ Ἀνδρομάχου Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν, κανηφόρου Ἀρσινόης Φιλαδέλφου Βιλιστίχης τῆς Φίλωνος, μηνὸς Δύστρου. ὀμνύει βασιλέα Πτολεμαῖον τὸν ἐκ βασιλέως Πτολεμαίου καὶ Βερενίκης Σω τήρων καὶ Ἀρσινόην Φιλάδελφον θεοὺς Ἀδελφοὺς καὶ θεοὺς Σωτῆρας τοὺς τούτων γονεῖς Μετχῶψις Φερενούθιος Βουβαστίτης κυβερνήτης Κασιωτικοῦ Ἀπολλωνίου τοῦ διοκητοῦ μηθὲν ἐμβαλεῖσθαι εἰς τὸ Κασιωτικὸν τελωνίσιμον παρευρέσει μηδε μίαι μήτε ἄλλωι μηθενὶ ἐπιτρέψειν ἐμβαλέσθαι μήτε παράξειν τὰς φυλακάς. εὐορκοῦντι μέν μοι εὖ εἴη, ἐφιορκοῦντι δὲ τὰ ἐναντία. Μετχώψιος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.