no image
DDbDP-text
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου Σωτῆρος ἔτους κθ ἐπαγομένων ἐφ’ ἱερέως Ἀντιόχου τοῦ Κέββα Ἀλε ξάνδρου καὶ θεῶν Ἀδελφῶν κανηφόρου Ἀρσινόης Φιλα δέλφου Δημοδίκης τῆς Φίλωνος. ὅρκον ἐχειρογρά φησεν Ἀπολλώνιος Παρμενίωνος Κρὴς τῆς ἐπιγονῆς Ἀλεξάνδρωι καὶ Ἀρχεδήμωι δεσμοφύλαξιν ὅρκον ὀμνύω βασιλέα Πτολεμαῖον τὸν ἐκ Πτολε μαίου καὶ ΒερενίκηςΒερενείκης καὶ Ἀρσινόην θεὰν Φιλάδελφον καὶ θεοὺς Σωτῆρας τοὺς τούτων γονεῖς ὑμῖνὑμεῖν ἐν τῶι ἐν Ἡρακλέους πόλει βασιλικῶι δεσμω τηρίωι ἐμφανὴς εν ὑμῖνὑμεῖν ἑκάστης ἡμέρας ἕως ἄν μου ἄφεσις γένηται ὑπὸ τοῦ ἀπαγαγόντος καὶ μὴ ἀναχωρήσειν παρευρέσει μηδεμιᾶι. ἐὰν δὲ μὴ ποιῶ κατὰ τὰ γεγραμμένα, ἀποτείσω τὰς δραχμάς, πρὸς ἃς ἀπῆγμαι, καὶ τὸ βλάβος καὶ ἔνοχός εἰμι τῆι ἀσεβείαι τοῦ ὅρκου. βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου Σω τῆρος ἔτους κθ ἐπαγομένων ἐφ’ ἱερέως Ἀντιόχου τοῦ Κέββα Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν κανηφόρου Ἀρσινόης Φιλαδέλφου Δημοδίκης τῆς Φίλωνος. ὅρκος, ὃν ἐχειρογράφησεν Ἀπολλώνιος Παρμενίωνος Κρὴς τῆς ἐπιγονῆς Ἀλεξάνδρωι καὶ ἈρχεδήμωιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.