no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 10049.
Each record below describes this same ancient text from a different angle.
μετὰ τὴν ὑπατείανὑπατίαν Φλαουίου Λεοντίου καὶ Ἰουλίου Σαλουστίου τῶν λαμπροτάτων Μεχὶρ ζ. Αὐρήλιος Εὐλόγειος Ἀνδρέα ἔναρχος πρύτανις προπολιτευόμενοςπροπολειτευόμενος τῆς Ἀρσινοιτῶν πόλεως Φλαουίῳ Ἀβενναίῳ ἀπὸ ἐπάρχων εἴλης χαίρεινχαίριν. ἀπαντοῦντί σοι ἐν τῷ ἱερῷ κομιτάτῳ ἐντέλλομαί σοι καὶ ἐπιτρέπω κατὰ τήνδε τὴν ἐντολὴν ὅπως ἐπιστολὴνεπαστολην ἐξακτορίας ἐπʼ ὀνόματός μου ἐνέγκῃς παρὰ τῆς θειότητοςθιότητος τῶν δεσποτῶνδεποτῶν ἡμῶν αἰωνίων Αὐγούστων, ἐμοῦ ἐπι γιγνώσκοντος εἴ τι ἐὰν ἁπαξαπλῶς ἀναλώσῃς εἰς τὴν αὐτὴν ἐπιστολὴν τῇ σῇ πίστειπίστι. ἐξεδόμην σοι τοίνυν τόδε τὸ ἐντολικὸν ἐπὶ ὑπογραφῆς μου, ὅπερ κύριον ἔστω πανταχοῦ ἐπιφερόμενον, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Εὐλόγιος πρύτανις ἐξεδόμην σοι τὴν ἐντολὴν καὶ ἐμμενῶ πᾶσι ὡς πρόκειται.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.