no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 10023.
Each record below describes this same ancient text from a different angle.
τῷ κυρίῳ μου καὶ πάτρωνι Ἀβεννέῳ πραιποσίτῳ Σαραπίων πλεῖστα χαίρειν. προηγουμένως εὔχομαι τῇ θείᾳθίᾳ προνοίᾳ περὶ τῆς ὑγιείαςὑγίας σου καὶ ὁλοκληρίας. καθὼς ἐξῆλθα ἀπʼ ἐσοῦ, κύριε, λέγων ὅτι καταλαμβάνω σεσαι, καὶ ποιῶ. ἐάν σοι οὖν δοκεῖδοκῖ, κύριε, ἐλθεῖνἐλθῖν πρὸς ἡμᾶς, καὶ εὐθέως γείνεται τὸ ἔργον· ἐξήτακαἐξέτακα γὰρ, καὶ λέγουσιν ὅτι δυνατόν ἐστιν. ἀσπάζομαι τὴν Νόνναν καὶ τὸν γλυκύτατον Κωνστάντιν. ἀσπάζομαι Μαρτύριον. ἀσπάζομαι Εὐφρόνιν. ἀσπάζομαι Σύρον δομεστικὸν καὶ τὴν μητέραμητέραν αὐτοῦ καὶ τὸν πατέραπατέραν. ἀσπάζομαι ΜαξενθίανΜαξενθια καὶ ΚυρακὸνΚυρακος καὶ ΣαμπαθίανΣαμπάθια καὶ πάντας τοὺς ἐν τῇ οἰκίᾳ ὅλους κατʼ ὄνομα. ἐρρῶσθαί σε εὔχομαι πολ λοῖς χρόνοις, κύριε πάτρων. ἀπόδος τῷ κυρίῳ μου καὶ πάτρωνι Ἀβεννέῳ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.