no image
DDbDP-text
Kauf von Gerste und Gemüsesamen gegen Vorauszahlung via HGV-meta
Linked by Trismegistos ID
TM 20827.
Each record below describes this same ancient text from a different angle.
βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου Φλαυίου Τιβερίου νέου Κωνσταντίνου τοῦ αἰωνίου αὐγούστου αὐτοκράτορος ἔτους ἑβδόμου ὑπατείας τοῦ αὐτοῦ ἔτους τρίτου Φαμενὼθ ιη ιδ ἰνδικτίονος. Αὐρηλία Ἡραὶς θυγάτηρ Παύλου μητρὸς Κύρας ἀπὸ κώμης Σινελάεως τοῦ Ἑρμουπολίτου νομοῦ Αὐρηλίῳ Δανιηλίῳ υἱῷ Ταυρίνου τῷ θαυμασιωτάτῳ ἀπὸ τῆς Ἑρμουπολιτῶν χαίρεινπόλεως. ὁμολογῶ ἐσχηκέναι καὶ πεπληρῶσθαι παρὰ σοῦ τῆς τελείας τιμῆς κριθῆς ἀρταβῶν δέκα καὶ λαχανοσπέρμου ἀρταβῶν δύο γίνονται κριθῆς ἀρτάβαι ι καὶ λαχανοσπέρμου ἀρτάβαι β ἅπερ ἀποδώσω σοι ἐν τῷ Ἐπεὶφ μηνὶ καιρῷ τῆς ἁλωνείας καρπῶν τῆς σὺν θεῷ πεντεκαιδεκάτης ἰνδικτίονος ἐν γενήμασιν νέοις καθαροῖς κεκοσκινευμένοις μέτρῳ δοχικῷ τῆς ἐμῆς κώμης χειρόγραφον κριθῆς ἀρταβῶν ι καὶ λαχανοσπέρμου ἀρταβῶν β γενόμενον παρὰ Ἡραίδος Παύλου ἀπὸ κώμης Σινελάεως τοῦ ἙρμουπολίτουSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.