no image
DDbDP-text
Receipt for Money via HGV-meta
Linked by Trismegistos ID
TM 16037.
Each record below describes this same ancient text from a different angle.
χμγ Φλάουιος Θεόδωρος ὁ ἐνδοξότατος κόμες τῶν καθωσιωμένωνκαθοσιωμένων δομεστικῶν ἀπὸ δουκῶν καὶ Ἀγουσταλίων, φροντιστὴς πραγμάτων τῆς θειοτάτης καὶ εὐσεβεστάτης ἡμῶν δεσποίνης καὶ αἰωνίας Ἀγούστης βασιλίσσης Θεοδώρας Πέτρῳ τῷ θαυμασιωτάτῳ τραπεζίτῃ τῶν ὑπὸ τὴν Ἡρακλέους κτημάτων διαφερόντων τῷ θειοτάτῳ οἴκῳ. καταβέβληκες καὶ νῦν ἀπὸ λόγου προσόδων τῶν ὑπὸ τὴν Ἡρακλέους κτημάτων διαφερόντων τῷ θειοτάτῳ οἴκῳ τῆς πεντεκαιδεκάτης ἰνδικτίονος χρυσίου νομισμάτια τριακόσια ἑβδομήκοντα τέσσαρα κεράτια δεκαδύο , οὕτως ἑβδόμῃ μὲν τοῦ Θὼθ μηνὸς τῆς πρώτης ἰνδικτίονος προσάπαξ διὰ ἀποδοσίμου γεναμένου παρὰ Ἰες πρὸς Ἰακῶβ Συμαιώνη νομισμάτια ἑκατὸν πεντήκοντα τέσσαρα , εἰκάδι δὲ τοῦ Φαρμοῦθι μηνὸς τῆς πρώτης ἰνδικτίονος διὰ ἀποδοσίμου Θεοδώρου πρὸς Μάρκον καὶ Πέτρον νομισμάτια ἑκατὸν τεσσαράκοντα τέσσαρα καὶ διὰ ἀποδοσίμου παρὰ Ἰούδα πρὸς Ἰακῶβ νομισμάτια ἑβδομήκοντα δύο καὶ διὰ Θεοφάνους χρυσώνου νομισμάτια τέσσαρα κεράτια δεκαδύο . καὶ ταῦτά σοι καταλογισθείη τοῦ λόγου γινομένου καὶ πρὸς σὴν ἀσφάλειανἀσφάλιαν τήνδε τὴν ἀπόδειξινἀπόδειξειν πεποίημαι γραφεῖσαν μηνὶ Φαρμοῦθι εἰκάδι ἰνδικτίονος πρώτης ὑπὲρ ἰνδικτίονος πεντεκαιδεκάτης ἐν ᾗ καὶ ἐγὼκἀγὼ ε Θεόδωρος λαμπρότατος ποιήσας τὴν ἀπόδειξινSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.