no image
DDbDP-text
Quittung über Rekrutengelder via HGV-meta
Linked by Trismegistos ID
TM 22371.
Each record below describes this same ancient text from a different angle.
μετὰ τὴν ὑπατείαν τοῦ δεσπότου ἡμῶν Γρατιανοῦ τοῦ αἰωνίου Αὐγούστου τὸ γ καὶ Ἐκυτίου τοῦ λαμπροτάτου Ἁθὺρ ιδ. Αὐρήλιος Ἆπις Σαίτιος πολιτευόμενος Ἀντινόου πόλεως τῆς λαμπροτάτης χρυσώνης ἐπαρχείας Θηβαΐδος Φλαυίῳ Ἰσιδώρῳ ὀφφικιαλίῳ τάξεως ἡγεμονίας Θηβαΐδος χαίρειν. ἀκολούθως τοῖς προσταχθεῖσιν ὑπὸ τῆς ἐξουσίας τοῦ κυρίου μου τοῦ λαμπροτάτου ἡγεμόνος Φλαυΐου Πομπηίου Περγαμίου ὑπεδεξάμην παρά σου χρυσοῦ νομισμάτια δεσποτικὰ ἁπλᾶ ἄνευ σταθμοῦ καὶ ὀβρύζηςὀμβρύζης καὶ ἀναλώματος ἀριθμῷ ἑβδο μήκοντα δύο τὰ λογισθέντα ὑπὲρ τῆς μεγά λης Ἑρμοῦ πόλεως εἰς λόγον χρυσοῦ τειρώ νων τῶν παλαιῶν χρόνων, γίνεται χρυσοῦ νομισμάτια οβ καὶ ἐξεδόμην σοι ταύτην τὴν ἀποχὴν πρὸς ἀσφάλειαν κυρίαν καὶ βεβαί αν καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ἆπις ὁ προκεί μενος ὑπεδεξάμην χρυσοῦ νομισμάτια ἑβδο μήκοντα δύο ἁπλᾶ ἄνευ σταθμοῦ καὶ ὀβρύ ζηςὀμβρύζης καὶ ἀναλώματος καὶ ἐξεδόμην τὴν ἀποχὴν ὡς πρόκειται. διʼ ἐμοῦ Ἀντινόου ἐτελειώθη ἀποχὴ τοῦ χρυσώνου Ἄπιτος νομισματίων οβ Ἁθὺρ ιδ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.