no image
DDbDP-text
ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν Τῦβι γ ἑνδεκάτης ἰνδικτίωνος ἐν Ἀρσινοιτῶν πόλει Φλαουίῳ Μηνᾷ τῷ ἐνδοξοτάτῳ στρατηλάτῃ παγάρχῳ τῆς Ἀρσινοιτῶν π καὶ Θεοδοσιουπολιτῶν Αὐρήλιος Κοσμᾶς ὑμέτερος φροντιστὴς υἱὸς τοῦ μακαρίου Σαμβᾶ ἀπὸ τῆς αὐτῆς πόλεως ἀπὸ ἀμ φόδου Κλεοπατρίου χαίρειν. ἔσχον παρὰ τῆς ὑμετέρας ἐνδοξότητος διὰ χειρὸς ἐντεῦθεν ἤδη ὑπερι τιμῆς ἀρρενικῶν καλάμων εἰς χρείαν καλαμουργίαςκαλαμουργίαν τῶν διαφερόντων αὐτῇ ἀμπελικῶν χωρίων κειμένων παρὰπρὸς ἐποικίου ἈνώγηςἈνόγης καὶ κώμης Ἡρακλέωνος καρπῶν τῆς εἰσιούσης δωδεκάτης ἰνδικτίωνος ὅ ἐστιν χρυσίου νομισμάτια ὀκτὼ ἥμισυ ῥυπαρὰ χρυσίου νομισμάτια η ἥμισυ ῥυπαρὰ καὶ πρὸς ὑμετέραν ἀσφάλειαν ταύτην αὐτῇ πεποίημαι τὴν ἀπόδειξιν κυρίαν οὖσαν καὶ ἐπερωτηθεὶς ὡμολόγησα . Αὐρήλιος Κοσμᾶς υἱὸς Σαμβᾶ ὁ προκείμενος στοιιχεῖ μοι ἡ παροῦσα ἀπόδειξις ὡς πρό κειται . di emu Calomenas ἀπόδειξις χρυσίου νομισματίων η ἥμισυ ῥυπαρῶν γενομένη ὑπὸ Κοσμᾶ υἱοῦ Σαμβᾶ φροντιστοῦ εἰς Φλάουιον Μηνᾶν τὸν ἐνδοξότατον στρατηλάτηνSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.