no image
DDbDP-text
Μενέλαος Μακεδὼν τῶν ἐκ τοῦ Ἡρακλεοπολί του πρώτων τῆς ε ἱππαρχίας ἑκατοντάρουρος ἐμίσθωσεν Διοδώρωι ργαιι τῶν Ἀνδρίσκου τῆς ε ἱππαρχίας ἑκατονταρούρωι πρὸς ταῖς ἐνενήκοντα ἀρούραις, ἃς προεμεμίσθωτο περὶ Τε πτῦνιν τοῦ ιγ ἔτους, τὰς λοιπὰς ἀρούρας δέκα ἀπὸ μηνὸς Δύστρου τοῦ ιϛ ἔτους εἰς ἐνιαυτὸν ἐκφορίου τακτοῦ πυρῶν ἀρταβῶν ὀγδοήκοντα ἀκίνδυνον πλὴν ἀβρόχου. ἀποδώσει Διόδωρος Μενελάωι τὸ ἐκφόριον ἐν μηνὶ Περιτίωι τοῦ ιϛ ἔτους πρὸ τοῦ εἰς τὰς δέκα ἀρούρας ἐμβῆναι καὶ καταστησάτω εἰς τὸ Ἡρακλείδου ἐποίκιον πρὸς Μενέλαον. συγγραφοφύλαξ Πολεμοκράτης δ τῶν Πτολεμαίου τοῦ Ναυτᾶ τῆς ε ἱππαρχίας άρουρος. ἦν Μενέλαος ὡς ἐτῶν κ μέσος μελίχρως στρογγυ λοπρόσωπος κλαστόθριξ. Διόδωρος ὡς ἔτων λε εὐμεγέθης μελίχρως μακροπρόσωπος οὐλὴ Πολεμοκράτης ὡς ἐτῶν με μέσος μελίχρως στρογγυ λοπρόσωπος καριν φακὸς φ. ἐγράφη ἔτους ιϛ Ὑπερβερεταίου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.