no image
DDbDP-text
Πτολεμαῖος Ἀσκληπιάδου Πέρσης τῆς ἐπιγονῆς ἐμίσθωσεν αδφα καλεῖται ἐμίσθωσεν Ἰωναθᾶι Ἰωναθοῦ καὶ Ἀπολλωνίωι Φιλίππου τοῖς δύο Ἰου δαίοις τῆς ἐπιγονῆς τὸν ὑπάρχοντα αὐτῶι ἀμπελῶνα περὶ Τεπτῦνιν εἰς ἐνιαυτὸν ἀπὸ μηνὸς Ἀρτεμισίου τοῦ ιϛ ἔτους φόρου τακτοῦ οἴνου μετρητῶν Ἀρσινοικῶν ὀγδοήκοντα πέντε. τὰ δὲ γινόμενα εἰς τὸ βασιλικὸν πάντα τασσέσθω Πτολεμαῖος. ἀποδότω σαν δὲ Ἰωναθᾶς καὶ Ἀπολλώνιος Πτολεμαίωι ἐκ τοῦ ἀμπελῶνος τοὺς ὀγδοήκοντα πέντε μετρη τὰς τοῦ οἴνου ἐνἐμ μηνὶ Αἰγυπτίων Μεσορὴ κέραμον αὐτῶι χορηγοῦντος. κατεργαζέσ θωσαν Ἰωναθᾶς καὶ Ἀπολλώνιος τὸν ἀμπελῶ να τὰ ἐφέτεια ἔργα. ἔχει δὲ Πτολεμαῖος παρὰ Ἰωναθοῦ καὶ Ἀπολλωνίου χαλκοῦ δραχμὰς τετρακοσίας, ἃς ἀποδότω ἐπὶ ληνοῦ τοῦ αὐτοῦ ἔτους. συγγραφοφύλαξ Φιλόπα τρος Τηροῦς Ἰουδαῖος τῆς ἐπιγονῆς. ἦν Πτολεμαῖος ὡς ἐτῶν λδ εὐμεγέθης οὐλὴ παρʼ ὀφρῦν δεξιάν. Ἰωναθᾶς ὡς ἐτῶν μέσος μελίχρως Ἀπολλώνιος ὡς ἐτῶν λη μέσος μελίχρως οὐλὴ Φιλόπατρος ὡς ἐτῶν νγ μελίχρως μακροπρόσωπος οὐλὴ δ ἀναφάλανθος. ἐγράφη ἔτους ιϛ Ἀρτεμισίου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.